---
id: susana-grc-lxx-swe-og
type: texto_primario
title: Susana
subtitle: null
author: null
year_original: null
language: grc
edition: "Septuaginta, ed. Henry Barclay Swete (Cambridge University Press, 1901-1909; domínio público), digitalizada pelo Open Greek and Latin Project / First1KGreek (Universidade de Leipzig, 2015) a partir do scan do Internet Archive; texto disponível sob CC BY-SA 4.0. [Texto Antigo (Old Greek)]"
area: Textos Biblicos
era: "trad. sec. III-I a.C.; edição impressa de base: Swete 1901-1909"
tags:
  - biblia
  - antigo-testamento
  - grego
  - septuaginta
status: rascunho
project: pedra_angular
source: "https://github.com/OpenGreekAndLatin/First1KGreek/tree/master/data/tlg0527/tlg054"
processing: "sept_swete_first1k_to_pedra_angular.py v1.0, 2026-08-14"
related: []
---

# Susana

## Capítulo 1

**1** ΚΑΙ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι, καὶ ὄνομα αὐτῷ Ἰωακείμ.[^pa1] ^susog-1-1

**2** καὶ ἔλαβε γυναῖκα ᾖ ὄνομα Σουσάννα, θυγάτηρ Χελκίου, καλὴ σφόδρα καὶ φοβουμένη τὸν κύριον· ^susog-1-2

**3** καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι, καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωυσῆ. ^susog-1-3

**4** καὶ ἦν Ἰωακεὶμ πλούσιος σφόδρα, καὶ ἦν αὐτῷ παράδεισος γειτνιῶν τῷ οἴκῳ αὐτοῦ· καὶ πρὸς αὐτὸν προσήγοντο οἱ Ἰουδαῖοι διὰ τὸ εἶναι αὐτὸν ἐνδοξότερον πάντων. ^susog-1-4

**5** Καὶ ἀπεδείχθησαν δύο πρεσβύτεροι ἐκ τοῦ λαοῦ κριταὶ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, περὶ ὧν ἐλάλησεν ὁ δεσπότης ὅτι ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν οἱ ἐδόκουν κυβερνῶν τὸν λαόν. ^susog-1-5

**6** καὶ ἤρχοντο κρίσεις ἐξ ἄλλων πόλεων πρὸς αὐτοὺς. ^susog-1-6

**7** οὗτοι ἰδόντες γυναῖκα ἀστείαν τῷ εἴδει, γυναῖκα ἀδελφοῦ αὐτῶν ἐκ τῶν υἱῶν Ἰσραήλ, ὄνομα Σουσάνναν, θυγατέρα Χελκίου, γυναῖκα Ἰωακείμ, περιπατοῦσαν ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς τὸ δειλινὸν ^susog-1-7

**8** καὶ ἐπιθυμήσαντες αὐτῆς, ^susog-1-8

**9** διέστρεψαν τὸν νοῦν αὐτῶν καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδέ μνημονεύειν κριμάτων δικαίων. ^susog-1-9

**10** καὶ ἀμφότεροι ἦσαν κατανενυγμένοι περὶ αὐτῆς, καὶ ἕτερος τῷ ἑτέρῳ οὐ προσεποιεῖτο τὸ κακὸν τὸ ἔχον αὐτοὺς περὶ αὐτῆς, οὐδέ ἡ γυνὴ ἔγνω τὸ πρᾶγμα τοῦτο. ^susog-1-10

**12** καὶ ὡς ἐγίνετο ὄρθρος, ἐρχόμενοι ἔκλεπτον ἀλλήλους σπεύδοντες, τίς φανήσεται αὐτῇ πρότερος καὶ λαλήσει πρὸς αὐτήν. ^susog-1-12

**13** καὶ ἰδοὺ αὕτη κατὰ τὸ εἰωθὸς περιεπάτει, καὶ ὁ εἶς τῶν πρεσβυτέρων ἐληλύθει, καὶ ἰδοὺ ὁ ἕτερος παρεγένετο, καὶ εἶς τὸν ἕτερον ἀνέκρινε λέγων Τί σὺ οὕτως ὄρθρου ἐξῆλθες οὐ παραλαβὼν με; ^susog-1-13

**14** καὶ ἐξωμολογήσαντο πρὸς ἀλλήλους ἑκάτερος τὴν ὀδύνην αὐτοῦ. ^susog-1-14

**19** καὶ εἶπεν εἶς τῷ ἑτέρῳ Πορευθῶμεν πρὸς αὐτὴν· καὶ συνθέμενοι προσήλθοσαν αὐτῇ καὶ ἐξεβιάζοντο αὐτήν. ^susog-1-19

**22** καὶ εἶπεν αὐτοῖς ἡ Ἰουδαία Οἶδα ὅτι ἐὰν πράξω τοῦτο θάνατός μοί ἐστι, καὶ ἐὰν μὴ πράξω οὐκ ἐκφεύξομ τὰς χεῖρας ὑμῶν· ^susog-1-22

**23** κάλλιον δέ με μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν ἤ ἁμαρτεῖν ἐνώπιον Κυρίου. ^susog-1-23

**28** οἱ δὲ παράνομοι ἄνδρες ἀπέστρεψαν ἀπειλοῦντες ἐν ἑαυτοῖς καὶ ἐνεδρεύοντες ἵνα θανατώσουσιν αὐτὴν· καὶ ἐλθόντες ἐπὶ τὴν συναγωγὴν τῆς πόλεως οὖ παρῴκουσαν, καὶ συνήδρευσαν οἱ ὄντες ἐκεῖ πάντες οἱ υἱοὶ Ἰσραήλ· ^susog-1-28

**29** καὶ ἀναστάντες οἱ δύο πρεσβύτεροι καὶ κριταὶ εἶπαν Ἀποστείλατε ἐπὶ Σουσάνναν, θυγατέρα Χελκίου, ἥτις ἐστὶ γυνὴ Ἰωακείμ. οἱ δὲ εὐθέως ἐκάλεσαν αὐτήν. ^susog-1-29

**30** ὡς δὲ παρεγενήθη ἡ γυνὴ σὺν τῷ πατρὶ ἑαυτῆς καὶ τῇ μητρί, καὶ οἱ παῖδες καὶ αἱ παιδίσκαι αὐτῆς ὄντες τὸν ἀριθμὸν πεντακόσιοι παρεγένοντο, καὶ τὰ παιδία Σουσάννας τέσσαρα. ^susog-1-30

**31** ἧν δὲ ἡ γυνὴ τρυφερὰ σφόδρα. ^susog-1-31

**32** καὶ προσέταξαν οἱ παράνομοι ἀποκαλύψαι αὐτήν, ἵνα ἐμπλησθῶσιν κάλλους ἐπιθυμίας αὐτῆς. ^susog-1-32

**33** καὶ ἐκλαίοσαν οἱ παρʼ αὐτῆς πάντες καὶ ὅσοι αὐτὴν ᾔδεισαν πάντες. ^susog-1-33

**34** ἀναστάντες δὲ οἱ πρεσβύτεροι καὶ κριταὶ ἐπέθηκαν τὰς χεῖρας αὐτῶν ἐπὶ τῆς κεφαλῆς αὐτῆς· ^susog-1-34

**35** ἡ δὲ καρδία αὐτῆς ἐπεποίθει ἐπὶ Κυρίῳ τῷ θεῷ αὐτῆς, καὶ ἀνακύψασα ἔκλαυσεν ἐν αὐτῇ λέγουσα ^susog-1-35

**35a** a Κύριε ὁ θεὸς ὁ αἰώνιος, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, σὺ οἶδας ὅτι οὐκ ἐποίησα ἃ πονηρεύονται οἱ ἄνομοι οὗτοι ἐπʼ ἐμοί. καὶ εἰσήκουσε Κύριος τῆς δεήσεως αὐτῆς. ^susog-1-35a

**36** οἱ δὲ δύο πρεσβύτεροι εἶπαν Ἡμεῖς περιεπατοῦμεν ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς, ^susog-1-36

**37** καὶ κυκλοῦντες τὸ στάδιον εἵδομεν ταύτην ἀναπαυομένην μετὰ ἀνδρός, καὶ στάντες ἐθεωροῦμεν αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις, ^susog-1-37

**38** καὶ αὐτοὶ οὐκ ἤδεισαν ὅτι εἱστήκειμεν. τότε συνειπάμεθα ἀλλήλοις λέγοντες Μάθωμεν τίνες εἰσὶν οὗτοι. ^susog-1-38

**39** καὶ προσελθόντες ἐπέγνωμεν αὐτὴν· ὁ δὲ νεανίσκος ἔφυγε συγκεκαλυμμένος. ^susog-1-39

**40** ταύτης δὲ ἐπιλαβόμενοι ἐπηρωτῶμεν αὐτήν Τίς ὁ ἄνθρωπος; ^susog-1-40

**41** καὶ οὐκ ἀπήγγειλεν ἡμῖν τίς ἦν. ταῦτα μαρτυροῦμεν. καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ πᾶσα, ὡς πρεσβυτέρων ὄντων καὶ κριτῶν τοῦ λαοῦ. ^susog-1-41

**44** –45 Καὶ ἰδοὺ ἄγγελος Κυρίου, ἐκείνης ἐξαγομένης ἀπολέσθαι· καὶ ἔδωκεν ὁ ἄγγελος, καθὼς προσετάγη, πνεῦμα συνέσεως νεω- τερῶ ὄντι Δανιὴλ. ^susog-1-44

**48** διαστείλας δὲ Δανιὴλ τὸν ὄχλον καὶ στὰς ἐν μέσῳ αὐτῶν εἶπεν Οὕτως μωροί, υἱοὶ Ἰσραήλ; οὐκ ἀνακρίναντες οὐδὲ τὸ σαφές ἐπιγνόντες ἀπεκτείνατε θυγατέρα Ἰσραήλ; ^susog-1-48

**51** καὶ νῦν διαχωρίσατέ μοι αὐτοὺς ἀπʼ ἀλλήλων μακράν, ἵνα ἐτάσω αὐτούς. ^susog-1-51

**51a** a ὡς δὲ διεχωρίσθησαν, εἶπεν Δανιὴλ τῇ συναγωγῇ Νῦν μὴ βλέψητε ὅτι οὗτοί εἰσι πρεσβύτεροι, λέγοντες Οὐ μὴ ψεύσωνται· ἀλλὰ ἀνακρινῶ αὐτοὺς κατὰ τὰ ὑποπίπτοντά μοι. ^susog-1-51a

**52** καὶ ἐκάλεσε τὸν ἕνα αὐτῶν, καὶ προσήγαγον τὸν πρεσβύτερον τῷ νεωτέρῳ· καὶ εἶπεν αὐτῷ Δανιὴλ Ἅκουε ἄκουε, πεπαλαιωμένε ἡμερῶν κακῶν· νῦν ἥκασί σου αἱ ἁμαρτίαι ἃς ἐποίεις τὸ πρότερον, ^susog-1-52

**53** πιστευθεὶς ἀκούειν καὶ κρίνειν κρίσεις θάνατον ἐπιφερούσας, καὶ τὸν μέν ἀθῷον κατέκρινας, τοὺς δὲ ἐνόχους ἠφίεις, τοῦ κυρίου λέγοντος Ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς. ^susog-1-53

**54** νῦν οὖν ὑπὸ τί δένδρον καὶ ποταπῷ τοῦ παραδείσου τόπῳ ἑώρακας αὐτοὺς ὄντας σὺν ἑαυτοῖς; καὶ εἶπεν ὁ ἀσεβής ῾ γπὸ σχῖνον. ^susog-1-54

**55** εἶπεν δὲ ὁ νεώτερος Ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ ψυχήν· ὁ γὰρ ἄγγελος Κυρίου σχίσει σου τὴν ψυχὴν σήμερον. ^susog-1-55

**56** καὶ τοῦτον μεταστήσας εἶπεν προσαγαγεῖν αὐτῷ τὸν ἕτερον· καὶ τούτῳ δὲ εἶπεν Διὰ τί διεστραμμένον τὸ σπέρμα σου, ὡς Σιδῶνος καὶ οὐχ ὡς Ἰούδα; τὸ κάλλος σε ἠπάτησεν, ἡ μικρὰ ἐπιθυμία. ^susog-1-56

**57** καὶ οὕτως ἐποιεῖτε θυγατράσιν Ἰσραήλ, καὶ ἐκεῖναι φοβούμεναι ὡμιλοῦσαν ὑμῖν· ἀλλʼ οὐ θυγάτηρ Ἰούδα ὑπέμεινε τὴν νόσον ὑμῶν ἐν ἀνομίᾳ ὑπενεγκεῖν. ^susog-1-57

**58** νῦν οὖν λέγε μοι ῾ γπὸ ὸ τί δένδρον καὶ ἐν ποίῳ τοῦ κήπου τόπῳ κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν ῾ γπὸ πρῖνον. ^susog-1-58

**59** καὶ εἶπεν Δανιὴλ Ἁμαρτωλέ, νῦν ὁ ἄγγελος Κυρίου τὴν ῥομφαίαν ἕστηκεν ἔχων, ἕως ὁ λαὸς ἐξολεθρεύσει ὑμᾶς, ἵνα καταπρίσῃ σε. ^susog-1-59

**60** –62 Καὶ πᾶσα ἡ συναγωγὴ ἀνεβόησεν ἐπὶ τῷ νεωτέρῳ, ὡς ἐκ τοῦ ἰδίου στόματος ὁμολόγους αὐτοὺς κατέστησεν ἀμφοτέρους ψευδο- μάρτυρας· καὶ ὡς ὁ νόμος διαγορεύει ἐποίησαν αὐτοῖς, καθὼς ἐπονηρεύσαντο κατὰ τῆς ἀδελφῆς. καὶ ἐφίμωσαν αὐτοὺς καὶ ἐξαγαγόντες ἔρριψαν εἰς φάραγγα· τότε ὁ ἅγγελος Κυρίου ἔρριψε πῦρ διὰ μέσου αὐτῶν. καὶ ἐσώθη αἶμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. ^susog-1-60

**62a** ᵃΔιὰ τοῦτο οἱ νεώτεροι ἀγαπητοὶ Ἰακὼβ ἐν τῇ ἁπλότητι αὐτῶν. ^susog-1-62a

**62b** καὶ ἡμεῖς φυλασσώμεθα εἰς υἱοὺς δυνατοὺς νεωτέρους· εὐσεβήσουσι γὰρ νεώτεροι, καὶ ἔσται ἐν αὐτοῖς πνεῦμα ἐπιστήμης καὶ συνέσεως εἰς αἰῶνα αἰῶνος. ^susog-1-62b

## Notas do Processador

[^pa1]: Texto extraído do TEI-XML do First1KGreek (edição tlg0527, digitalização de 2015 do Old Greek and Latin Project / Universidade de Leipzig, a partir do scan do Internet Archive da edição impressa de Henry Barclay Swete, Cambridge, 1901-1909). O aparato crítico de Swete (notas de variante de manuscrito e siglas marginais 'A', 'D', 'E' etc.) foi omitido nesta leva de conversão — decisão editorial para priorizar ter o texto corrido disponível primeiro; pode ser adicionado depois, livro a livro. Colchetes soltos no meio do texto corrido (ocorreram 0 vez(es) neste arquivo) NÃO são aparato crítico do Swete — são marca de baixa confiança da própria digitalização de 2015 (evidência: a passada de correção do Isaías reduziu esses colchetes em 92% em relação à primeira digitalização). Tratar o texto dentro de colchetes como não-conferido até cotejo com o scan original em archive.org/details/oldtestamentingr01swetuoft. Tratar como texto de trabalho (rascunho) até essa conferência.

---

*Ὁ Διαφορεύς παρῆν*
