---
id: lamentacoes-grc-lxx-swe
type: texto_primario
title: Lamentações
subtitle: null
author: null
year_original: null
language: grc
edition: "Septuaginta, ed. Henry Barclay Swete (Cambridge University Press, 1901-1909; domínio público), digitalizada pelo Open Greek and Latin Project / First1KGreek (Universidade de Leipzig, 2015) a partir do scan do Internet Archive; texto disponível sob CC BY-SA 4.0."
area: Textos Biblicos
era: "trad. sec. III-I a.C.; edição impressa de base: Swete 1901-1909"
tags:
  - biblia
  - antigo-testamento
  - grego
  - septuaginta
status: rascunho
project: pedra_angular
source: "https://github.com/OpenGreekAndLatin/First1KGreek/tree/master/data/tlg0527/tlg051"
processing: "sept_swete_first1k_to_pedra_angular.py v1.0, 2026-08-14"
related: []
---

# Lamentações

## Capítulo 1

**1** Πῶς ἐκάθισεν μόνη ἡ πόλις ἡ πεπληθυμμένη λαῶν;  
ἐγενήθη ὡς χήρα πεπληθυμμένη ἐν ἔθνεσιν,  
ἄρχουσα ἐν χώραις ἐγενήθη εἰς φόρον.[^pa1] ^lam-1-1

**2** Κλαίουσα ἔκλαυσεν ἐν νυκτί, καὶ τὰ δάκρυα αὐτῆς ἐπὶ τῶν  
σιαγόνων αὐτῆς,  
καὶ οὐχ ὑπάρχει ὁ παρακαλῶν αὐτὴν ἀπὸ πάντων τῶν  
ἀγαπώντων αὐτὴν·  
πάντες οἱ φιλοῦντες αὐτὴν ἠθέτησαν ἐν αὐτῇ,  
ἐγένοντο αὐτή εἰς ἐχθρούς. ^lam-1-2

**3** Μετῳκίσθη Ἰουδαία ἀπὸ ταπεινώσεως αὐτῆς καὶ ἀπὸ πλήθους  
δουλείας αὐτῆς·  
ἐκάθισεν ἐν ἔθνεσιν, οὐχ εἶρεν ἀνάπαυσιν·  
πάντες οἱ καταδιώκοντες αὐτὴν κατέλαβον αὐτὴν ἀνὰ μέσον  
τῶν θλιβόντων. ^lam-1-3

**4** Ὁδοὶ Σειὼν πενθοῦσιν παρὰ τὸ μὴ εἰναι ἐρχομένους ἐν ἑορτῇ·  
πᾶσαι αἱ πύλαι αὐτῆς ἠφανισμέναι, οἱ ἱερεῖς αὐτῆς  
ἀναστενάζουσιν,  
αἱ παρθένοι αὐτῆς ἀγόμεναι, καὶ αὐτὴ πικραινομένη ἐν ἑαυτῇ. ^lam-1-4

**5** Ἐγένοντο οἱ θλίκδοντες αὐτὴν εἰς κεφαλήν. καὶ οἱ ἐχθροὶ αὐτῆς  
εὐθηνοῦσαν,  
ὅτι Κύριος ἐταπείνωσεν ἐπὶ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῆς·  
τὰ νήπια αὐτῆς ἐπορεύθησαν ἐν αίχμαλαωσίᾳ κατὰ πρόκωποι  
θλίβοντος. ^lam-1-5

**6** Καὶ ἐξήρθη ἐκ θυγατρὸς Σειὼν πᾶσα ἡ εὐπρέπεια αὐτῆς·  
ἐγένοντο οἱ ἄρχοντες αὐτῆς ὡς κριοὶ οὐχ είρίσκοντες νομὴν.  
καὶ ἐπορεύοντο ἐν οὐκ ἰσχύι κατὰ πρόσωπον διώκοντος. ^lam-1-6

**7** Ἐμνήσθη Ἰερουσαλὴμ ἡμερῶν ταπεινώσεως αὐτῆς καὶ ἀπωσμῶι  
αὐτῆς,  
πάντα τὰ ἐπιθυμητὰ αὐτῆς ὅσα ἤν ἐξ ἡμερῶν ἀρχαίων.  
ἐν τῷ πεσεῖν τὸν λαὸν αὐτῆς εἰς χεῖρας θλίβοντος, καὶ οὐκ ἦι  
ὁ βοηθῶν αὐτῇ·  
ἰδόντες οἱ ἐχθροὶ αὐτῆς ἐγέλασαν ἐπὶ κατοικεσίᾳ αὐτῆς. ^lam-1-7

**8** ʼΑμαρτίαν ἥμαρτεν Ἰερουσαλήμ, διὰ τοῦτο εἰς σάλον ἐγένετο·  
πάντες οἱ δοξάζοντες αὐτὴν ἐταπείνωσαν αὐτήν· ἴδον γὰρ  
τὴν ἀσχημοσύνην αὐτῆς,  
καί γε αὐτὴ στενάζουσα καὶ ἀπεστράφη ὀπίσω. ^lam-1-8

**9** Ἀκαθαρσία αὐτῆς πρὸς ποδῶν αὐτῆς, οὐκ ἐμνήσθη ἔσχατα  
αὐτῆς  
καὶ κατεβίβασεν ὑπέρογκα· οὐκ ἔστιν ὁ παρακαλῶν αὐτήν.  
ἴδὲ, Κύριε, τὴν ταπείνωσίν μου, ὅτι ἐμεγαλύνθη ἐχθρός. ^lam-1-9

**10** Κεῖρα αὐτοῦ ἐξεπέτασεν θλίβων ἐπὶ πάντα τὰ ἐπιθυμήματα αὐτῆς,  
εἶδεν γὰρ ἔθνη εἰσελθόντα εἰς τὸ ἁγίασμα αὐτῆς,  
ἄ ἐνετείλω μὴ εἰσελθεῖν αὐτὰ εἰς ἐκκλησίαν σου. ^lam-1-10

**11** Πᾶς ὁ λαὸς αὐτῆς καταστενάζοντες, ζητοῦντες ἄρτον.  
ἔδωκαν τὰ ἐπιθυμήματα αὐτῆς ἐν βρώσει τοῦ ἐπιστρέψαι  
δὲ, Κύριε, καὶ ἐπίβλεψον, ὅτι ἐγενήθη ἠτιμωμένη. ^lam-1-11

**12** Οἱ πρὸς ὑμᾶς πάντες παραπορευόμενοι ὁδόν,  
ἐπιστρέψατε καὶ ἴδετε εἰ ἔστιν ἄλγος κατὰ τὸ ἄλγος μου ὅ  
ἐγενήθη·  
φθεγξάμενος ἐν ἐμοὶ ἐταπείνωσέν με Κύριος ἐν ἡμέρᾳ ργῆς  
θυμοῦ αὐτοῦ. ^lam-1-12

**13** Ἐζ ὕψους αὐτοῦ ἀπέστειλεν πῦρ, ἐν τοῖς ὀστέοις μου κατήγαγεν  
αὐτό·  
διεπέτασεν δίκτυον τοῖς ποσίν μου, ἀπέστρεψέν με εἰς τὰ  
ὀπίσσω,  
ἔδωκέν με ἠφανισμένην, ὅλην τὴν ἡμέραν ὀδυνωμένην. ^lam-1-13

**14** Ἐγρηγορήθη ἐπὶ τὰ ἀσεβήματά μου.  
ἐν χερσίν μου συνεπλάκησαν, ἀνέβησαν ἐπὶ τὸν τράχηλόν  
ἠσθένησεν ἡ ἰσχύς μου, ὅτι ἔδωκεν Κύριος ἐν χερσίν μου  
ὀδύνας, οὐ δυνήσομαι στῆναι. ^lam-1-14

**15** Ἐξῆρεν πάντας τοὺς ἰσχυρούς μου ὁ κύριος ἐκ μέσου μου,  
ἐκάλεσεν ἐπʼ ἐμε καιρὸν τοῦ συντρίψαι ἐκλεκτούς μου·  
ληνὸν ἐπάτησεν Κύριος παρθένῳ θυγατρὶ Ἰούδα, ἐπὶ τούτοις  
ἐγὼ κλαίω. ^lam-1-15

**16** Ὁ ὀφθαλμός μου κατήγαγεν ὕδωρ,  
ὅτι ἐμακρύνθη ἀπʼ ἐμοῦ ὁ παρακαλῶν με, ὁ ἐπιστρέφων  
ψυχήν μου·  
ἐγένοντο οἱ υἱοί μου ἠφανισμένοι, ὅτι ἐκραταιώθη ὁ ἐχθρός. ^lam-1-16

**17** Διεπετασεν Σειὼν χεῖρας αὐτῆς, οὐκ ἔστιν ὁ παρακαλῶν αὐτήν.  
ἐνετείλατο Κύριος τῷ Ἰακώβ· κύκλῳ αὐτοῦ οἱ θλίκδοντες  
αὐτόν,  
ἐγενήθη Ἰερουσαλὴμ εἰς ἀποκαθημένην ἀνὰ μέσον αὐτῶυ.¶ ^lam-1-17

**18** Δίκαιός ἐστιν Κύριος, ὅτι στόμα αὐτοῦ παρεπίκρανα.  
ἀκούσατε δή, πάντες οἱ λαοί, καὶ ἴδετε τὸ ἄλγος μου·  
παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ. ^lam-1-18

**19** Ἐκάλεσα τοὺς ἐραστάς μου, αὐτοὶ δὲ παρελογίσαντό με·  
οἱ ἱερεῖς μου καὶ οἱ πρεσβύτεροί μου ἐν τῇ πόλει ἐξέλειπον,  
ὅτι ἐζήτησαν βρῶσιν αὐτοῖς ἴνα ἐπιστρέψωσιν ψυχὰς αὐτῶν,  
καὶ οὐχ εὗρον. ^lam-1-19

**20** Ἵδε, Κύριε, ὅτι θλίμβομαι· ἡ κοιλία μου ἐταράχθη,  
καὶ ἡ καρδία μου ἐστράφη ἐν ἐμοί  
ὅτι παραπικραίνουσα παρεπικράνθην,  
ἔξωθεν ἠτέκνωσεν μάχαιρα ὥσπερ θάνατος ἐν οἴκῳ. ^lam-1-20

**21** Ἀκούσατε δὴ ὅτι στενάζω ἐγώ, οὐκ ἔστιυ ὁ παρακαλῶν με·  
πάντες οἱ ἐχθροί μου ἤκουσαν τὰ κακά μου καὶ ἐχάρησαν, ὅτι  
σὺ ἐποίησας·  
ἐπήγαγες ἡμέραν, ἐκάλεσας καιρόν, ἐγένοντο ὄμοιοι ἐμοί. ^lam-1-21

**22** Εἰσέλθοι πᾶσα ἡ κακία αὐτῶν κατὰ πρόσωπόν σου,  
καὶ ἐπιφύλλισον αὐτοῖς ὃν τρόπον ἐποίησαν ἐπιφυλλίδα περὶ  
πάντων τῶν ἁμαρτημάταον μου,  
ὅτι πολλοὶ οἱ στεναγμοί μου, καὶ ἡ καρδία μου λυπεῖται. ^lam-1-22

## Capítulo 2

**1** Πῶς ἐγνόφωσεν ἐν ὀργῇ αὐτοῦ Κύριος τὴν θυγατέρα Σειών·  
κατερριψεν ἐξ οὐρανοῦ εἰς γῆν δόξασμα Ἰσραήλ,  
καὶ οὐκ ἐμνήσθη ὑποποδίου ποδῶν αὐτοῦ. ^lam-2-1

**2** Ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ ¹κατεπόντισεν Κύριος, οὐ φεισάμενος·  
πάντα τὰ ὡραῖα Ἰακὼβ καθεῖλεν ἐν θυμῷ αὐτοῦ,  
τὰ ὀχυρώματα τῆς θυγατρὸς Ἰούδα ἐκόλλησεν εἰς τὴν γῆν,  
ἐβεβήλωσεν βασιλέας αὐτῆς καὶ ἄρχοντας αὐτῆς. ^lam-2-2

**3** Συνεκάλεσεν ἐν ὀργῇ θυμοῦ αὐτοῦ πᾶν κέρας Ἰσραήλ,  
ἀπέστρεψεν ὀπίσω δεξιὰν αὐτοῦ ἀπὸ προσώπου ἐχθροῦ,  
καὶ ἀνῆψεν ἐν Ἰακὼβ ὡς πῦρ φλόγα, καὶ κατέφαγεν πάντα  
τὰ κύκλῳ. ^lam-2-3

**4** Ἐνέτεινεν τόξον αὐτοῦ ὡς ἐχθρὸς ὑπεναντίος,  
ἐστερέωσεν δεξιὰν αὐτοῦ ὁὡς ὑπεναντίος,  
καὶ ἀπέκτεινεν πάντα τὰ ἐπιθυμήματα ὀφθαλμῶν μου ἐν σκηνῇ  
θυγατρὸς Σειών,  
ἐξέχεεν ὡς πῦρ τὸν θυμὸν αὐτοῦ. ^lam-2-4

**5** ʼἘγενήθη Κύριος ὡς ἐχθρός, κατεπόντισεν Ἰσραήλ·  
κατεπόντισεν τὰς βάρεις αὐτῆς, διέφθειρεν τὰ ὀχυράματα  
αὐτοῦ  
καὶ ἐπλήθυνεν τῇ θυγατρὶ Ἰούδα ταπεινουμένην καὶ  
τεταπειναομένην. ^lam-2-5

**6** Καὶ διεπέτασεν ὡς ἄμπελον τὸ σκήνωμα αὐτοῦ, διέφθειρεν  
ἑορτὴν αὐτοῦ·  
ἐπελάθετο Κύριος ἃ ἐποίησεν ἐν Σειὼν ἑορτῆς καὶ σαββάτου,  
καὶ παρώξυνεν ἐνβριμήματι ὀργῆς αὐτοῦ βασιλέα καὶ ἱερέα  
καὶ ἄρχοντα. ^lam-2-6

**7** Ἀπώσατο Κύριος θυσιαστήριον αὐτοῦ, ἀπετίναξεν ἁγίασμα  
αὐτοῦ,  
συνέτριψεν ἐν χειρὶ αὐτοῦ τεῖχος βάρεων αὐτῆς·  
φωνὴν ἔδωκαν ἐν οἴκῳ ὡς ἐν ἡμέρᾳ ἑορτῆς. ^lam-2-7

**8** Καὶ ἐπέστρεψεν διαφθεῖραι τεῖχος θυγατρὸς Σειών·  
ἐξέτεινεν μέτρον, οὐκ ἐπέστρεψεν χεῖρα αὐτοῦ ἀπὸ κατα-  
πατήματος,  
καὶ ἐπένθησεν τὸ προτείχισμα, καὶ τεῖχος ὁμοθυμαδὸν ἡσθέ-  
νησεν. ^lam-2-8

**9** Ἐνεπάγησαν εἰς γῆν πύλαι αὐτῆς· ἀπώλεσεν καὶ συνέτριψεν  
μοχλοὺς αὐτῆς,  
βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς ἐν τοῖς ἔθνεσιν·  
οὐκ ἔστιν νόμος, καί γε προφῆτι αὐτῆς οὐκ εἶδον ὄρασιν  
παρὰ Κυρίου. ^lam-2-9

**10** Ἐκάθισαν εἰς τὴν γῆν, ἐσιώπησαν πρεσβύτεροι θυγατρὸς Σειών,  
ἀνεβίβδασαν χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν, περιεζώσαντο  
σάκκους,  
κατήγαγον εἰς γῆν ἀρχηγοὺς παρθένους ἐν Ἰερουσαλήμ. ^lam-2-10

**11** Ἐξέλειπον ἐν δάκρυσιν οἱ ὀφθαλμοί μου, ἐταράχθη ἡ καρδία  
ἐξεχύθη εἰς τὴν γῆν ἡ δόξα μου, ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς  
λαοῦ μου,  
ἐν τῷ ἐκλιπεῖν νήπιον καὶ θηλάζοντα ἐν πλατείαις πόλεως. ^lam-2-11

**12** Ταῖς μητράσιν αὐτῶν εἶπαν Ιοῦ σῖτος καὶ οἶνος;  
ἐν τῷ ἐκλύεσθαι αὐτοὺς ὡς τραυματίας ἐν πλατείαις πόλεως,  
ἐν τῷ ἐκχεῖσθαι ψυχὰς αὐτῶν εἰς κόλπον μητέρων αὐτῶν. ^lam-2-12

**13** Γί μαρτυρήσω σοι ἡ τί ὁμοιώσω σοι, θύγατερ Ἰερουσαλήμ;  
τίς σώσει καὶ παρακαλέσει σε, παρθένος θύγατερ Σειών;  
ὅτι ἐμεγαλύνθη ποτήριον συντριβῆς σου· τίς ἰάσεταί σε; ^lam-2-13

**14** ΓΙροφῆταί σου εἰδοσάν σοι μάταια καὶ ἀφροσύνην,  
καὶ οὐκ ἀπεκάλυψαν ἐπὶ τὴν ἀδικίαν σου τοῦ ἐπιστρέψαι  
αἰχμαλωσίαν σου,  
καὶ εἶδοσάν σοι λήμματα μάταια καὶ ἐξώσματα. ^lam-2-14

**15** Ἐκρότησαν ἐπὶ σέ χεῖρας πάντες οἱ παραπορευόμενοι ὁδόν,  
ἐσύρισαν καὶ ἐκίνησαν τὴν κεφαλὴν αὐτῶν ἐπὶ τὴν θυγατέρα  
Ἰερουσαλήμ·  
αὕτη ἡ πόλις, ἐροῦσιν, στέφανος εὐφροσύνης πάσης τῆς γῆς. ^lam-2-15

**16** Διήνοιξαν ἐπὶ σέ στόμα αὐτῶν πάντες οἱ ἐχθροί σου,  
ἐσύρισαν καὶ ἔβρυξαν ὀδόντας, καὶ εἶπαν Κατεπίομεν αὐτήν·  
πλὴν αὕτη ἡ ἡμέρα ἣν προσεδοκῶμεν, είρομεν αὐτήν, ἴδομεν. ^lam-2-16

**17** Ἐποίησεν Κύριος ἃ ἐνεθυμήθη,  
συνετέλεσεν ὀήματα αὐτοῦ, ἃ ἐνετείλατο ἐξ ἡμερῶν ἀρχαίων·  
καθεῖλεν καὶ οὐκ ἐφείσατο,  
καὶ ηὔφρανεν ἐπὶ σέ ἐχθρόν, ὕψωσεν κέρας θλίλκδοντός σε. ^lam-2-17

**18** Ἐβόησεν καρδία αὐτῶν πρὸς Κύριον  
Γείχη Σειών, καταγάγετε ὡς χειμάρρους δάκρυα ἡμέρας καὶ  
υυκτός·  
μὴ δῷς ἔκνηψιν σεαυτῇ, μὴ σιωπήσαιτο, θυγάτηρ, ὁ ὀφθαλ-  
μός σου. ^lam-2-18

**19** Ἀνάστα ἀγαλλίασαι ἐν νυκτὶ εἰς ἀρχὰς φυλακῆς σου,  
ἕκχεον ὡς ὕδωρ καρδίαν σου ἀπέναντι προσώπου Κυρίου,  
ἄρον πρὸς αὐτὸν χεῖράς σου περὶ ψυχῆς νηπίων τῶν ἐκλυο-  
μένων λιμῷ ἐπʼ ἀρχῆς πασῶν ἐξόδων. ^lam-2-19

**20** Ἴδε, Κύριε, καὶ ἐπίcβλεψον τίνι ἐπεφύλλισας οὕτως  
εἰ φάγονται γυναίκες καρπὸν κοιλίας αὐτῶν  
ἐπιφυλλίδα ἐποίησεν μάγειρος· φονευθήσονται νήπιι θηλά-  
ζοντα μαστούς;  
ἀποκτενεῖς ἐν ἁγιάσματι Κυρίου ἱερέα καὶ προφήτην; ¶ ^lam-2-20

**21** Ἐκοιμήθησαν εἰς τὴν ἔξοδον παιδάριον καὶ πρεσβύτης·  
παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αίχμα-  
λωσία·  
ἐν όομφαίᾳ καὶ ἐν λιμῷ ἀπέκτεινας, ἐν ἡμἐρᾳ ὀργῆς σου  
ἐμαγείρευσας, οὐκ ἐφείσω. ^lam-2-21

**22** Ἐκάλεσεν ἡμέραν ἑορτῆς παροικίας μου κυκλόθεν,  
καὶ οὐκ ἐγένοντο ἐν ἡμέρᾳ ἀργῆς Κυρίου ἀνασωζόμενος καὶ  
καταλελειμμένος,  
ὁὡς ἐπεκράτησα καὶ ἐπλήθυνα ἐχθρούς μου πάντας. ^lam-2-22

## Capítulo 3

**1** Ἐγὼ ἀνήρ ὁ βλέπων πτωχείαν, ἐν ῥάβδῳ θυμοῦ αὐτοῦ ἐπʼ ἐμέ ^lam-3-1

**2** παρέλαβέν με καὶ ἀπήγαγεν εἰς σκότος καὶ οὐ φῶς. ^lam-3-2

**3** πλὴν ἐν ἐμοὶ ἐπέστρεψεν χεῖρα αὐτοῦ ὅλην τὴν ἡμέραν, ^lam-3-3

**4** ἐπαλαίωσεν σάρκα μου καὶ δέρμα μου, ὀστέα μου  
συνέτριψεν. ^lam-3-4

**5** ʼΑνκοδόμησεν κατʼ ἐμοῦ, καὶ ἐκύκλωσεν κεφαλὴν μου καὶ  
ἐμόχθησεν, ^lam-3-5

**6** ἐυ σκοτινοῖς ἐκάθισέν με ὠς νεκροὺς αἰῶνος, ^lam-3-6

**7** ἀνῳκοδόμησεν κατʼ ἐμοῦ καὶ οὐκ ἐξελεύσομαι, ἐβάρυνεν  
χαλκόν μου. ^lam-3-7

**8** Καί γε κεκράξομαι καὶ βοήσω, ἀπέφραξεν προσευχήν μου. ^lam-3-8

**9** ’Ανῳκοδόμησεν ὁⁱούς μου, ἐνέφραξεν τρίβους μου,  
ἐτάραξεν ^lam-3-9

**10** ἄρκος ἐνεδρεύουσα, αὐτός μοι λέων ἐν κρυφαίοις· ^lam-3-10

**11** κατεδίωξεν ἀφεστηκότα καὶ κατέπαυσέν με, ἔθετό με  
ἠφανισμένην. ^lam-3-11

**12** Ἐνέτεινεν τόξον αὐτοῦ καὶ ἐστήλωσέν με ὡς σκοπὸν εἰς  
βέλος, ^lam-3-12

**13** εἰσήγαγεν τοῖς νεφροῖς μου ἰοὺς φαρέτρας αὐτοῦ· ^lam-3-13

**14** ἐγενήθην γέλως παντὶ λαῷ μου, ψαλμὸς αὐτῶν ὅλην τὴν  
ἡμέραν. ^lam-3-14

**15** ’Ἐχόρτασέν με πικρίας, ἐμέθυσέν με χολῆς, ^lam-3-15

**16** καὶ ἐξέβαλεν ψήφῳ ὀδόντας μου, ἐψώμισέν με σποδόν· ^lam-3-16

**17** καὶ ἀπώσατο ἐξ εἰρήνης ψυχὴν μου, ἐπελαθόμην ἀγαθά, ^lam-3-17

**18** καὶ ἀπώλετο νῖκός μου καὶ ἡ ἐλπίς μου ἀπὸ Κυρίου. ^lam-3-18

**19** ʼΚἘμνήσθην ἀπὸ πτωχείας μου καὶ ἐκ διωγμοῦ, ^lam-3-19

**20** πικρία καὶ χολὴ μου μνησθήσεται, καὶ καταδολεσχήσει  
ἐπʼ ἐμὲ ἡ ψυχή μου· ^lam-3-20

**21** ταύτην τάξω εἰς τὴν καρδίαν μου, διὰ τοῦτο ὑπομενῶ. ^lam-3-21

**25** Ἀγαθὸς Κύριος τοῖς ὑπομένουσιν αὐτόν,  
ψυχῇ ἡ ζητήσει αὐτὸν ἀγαθόν· ^lam-3-25

**26** καὶ ὑπομενεῖ καὶ ἡσυχάσει εἰς τὸ σωτήριον Κυρίου. ^lam-3-26

**27** Ἀγαθὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ, ^lam-3-27

**28** καθήσεται κατὰ μόνας καὶ σιωπήσεται, ὅτι ἤρεν ἐφʼ ἑαυτῷ. ^lam-3-28

**30** Δώσει τῷ παίοντι αὐτὸν σιαγόνα, χορτασθήσεται ὀνειδισμῶν, ^lam-3-30

**31** ὅτι οὐκ εἰς τὸν αἰῶνα ἀπώσεται Κύριος. ^lam-3-31

**32** Ὅτι ὁ ταπεινώσας οἰκτειρήσει καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους  
αὐτοῦ· ^lam-3-32

**33** οὐκ ἀπεκρίθη ἀπὸ καρδίας αὐτοῦ καὶ ἐταπείνωσεν υἱοὺς  
ἀνδρός. ^lam-3-33

**34** Γοῦ ταπεινῶσαι ὑπὸ τοὺς πόδας αὐτοῦ πάντας δεσμίους γῆς, ^lam-3-34

**35** τοῦ ἐκκλῖναι κρίσιν ἀνδρὸς κατέναντι προσώπου Γψίστου, ^lam-3-35

**36** καταδικάσαι ἄνθρωπον ἐν τῷ κρίνεσθαι αὐτόν, Κύριος  
οὐκ εἶπεν. ^lam-3-36

**37** τίς οὕτως εἶπεν, καὶ ἐγενήθη; Κύριος οὐκ ἐνετείλατο· ^lam-3-37

**38** ἐκ στόματος Ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ  
ἀγαθόν. ^lam-3-38

**39** Τί γογγύσῃ ἄνθρωπος ζῶν ἀνὴρ περὶ τῆς ἁμαρτίας αὐτοῦ; ^lam-3-39

**40** Ἐξηρευνήθη ἡ ὁδὸς ἡμῶν καὶ ἠτάσθη, καὶ ἐπιστρέψωμεν ἕως  
Κυρίου· ^lam-3-40

**41** ἀναλάβωμεν καρδίας ἡμῶν ἐπὶ χειρῶν πρὸς Γψηλὸν ἐν  
οὐρανῷ· ^lam-3-41

**42** ἡμαρτήσαμεν, ἠσεβήσαμεν, καὶ οὐχ ἱλάσθης. ^lam-3-42

**43** Ἐπεσκέπασας ἐν θυμῷ καὶ ἀπεδίωξας ἡμᾶς,  
ἀπέκτεινας, οὐκ ἐφείσω. ^lam-3-43

**44** ἐπεσκέπασας νεφέλην σεαυτῷ εἰνεκεν προσευχῆς, ^lam-3-44

**45** καμμύσαι με καὶ ἀπαωσθῆναι. ^lam-3-45

**46** Ἕθηκας ἡμᾶς ἐν μέσῳ τῶν λαῶν, ⁴⁶ διήνοιξαν ἐφʼ ἡμᾶς τὸ  
στόμα αὐτῶν πάντες οἱ ἐχθροὶ ἡμῶν. ^lam-3-46

**47** φόβος καὶ θυμὸς ἐγενήθη ἡμῖν, ἔπαρσις καὶ συντριβή· ^lam-3-47

**48** ἀφέσεις ὑδάτων κατάξει ὁ ὀφθαλμός μου ἐπὶ τὸ σύντριμμα  
τῆς θυγατρὸς τοῦ λαοῦ μου. ^lam-3-48

**49** Ὁ ὀφθαλμός μου κατεπόθη, καὶ οὐ σιγήσομαι τοῦ μὴ εἰνιι  
ἕκνηψιν, ^lam-3-49

**50** ἔως οὗ διακύψῃ καὶ ἴδῃ Κύριος ἐξ οὐρανοῦ. ^lam-3-50

**51** ὀφθαλμός μου ἐπιφυλλιεῖ ἐπὶ τὴν ψυχὴν μου παρὰ  
πάσας θυγατέρας πόλεαως. ^lam-3-51

**52** ηρεύοντες ἐθήρευσάν με ὡς στρουθίον πάντες οἱ ἐχθροί μου  
δωρεάν, ^lam-3-52

**53** ἐθανάτωσαν ἐν λάκκῳ ζωήν μου καὶ ἐπέθηκαν λίθον  
ἐπʼ ἐμοί. ^lam-3-53

**54** ὑπερεχύθη ὕδωρ ἐπὶ κεφαλὴν μου· εἶπα Ἀπῶσμαι. ^lam-3-54

**55** Ἐπεκαλεσάμην τὸ ὄνομά σου, Κύριε, ἐκ λάκκου κατωτάτου, ^lam-3-55

**56** φωνήν μου ἤκουσας μὴ κρύψῃς τὰ ὥτά σου εἰς τὴν  
δέησίν μου· ^lam-3-56

**57** εἰς τὴν βοήθειάν μου ἤγγισας,  
ἐν ῇ σε ἡμέρᾳ ἐπεκαλεσάμην εἶπάς μοι Μὴ φοβοῦ. ^lam-3-57

**58** Ἐδίκασας, Κύριε, τὰς δίκας τῆς ψυχῆς μου, ἐλυτρώσω τὴν  
ζωήν μου. ^lam-3-58

**59** ἴδες, Κύριε, τὰς ταραχάς μου, ἔκρινας τὴν κρίσιν μου. ^lam-3-59

**60** τἶδες πᾶσαν τὴν ἐκδίκησιν αὐτῶν, εἰς πάντας διαλογισμοὺς  
αὐτῶν ἐν ἐμοί. ^lam-3-60

**61** Ἥκουσας τὸν ὀνειδισμὸν αὐτῶν, πάντας τοὺς διαλογισμοὺς αὐτῶν  
κατʼ ἐμοῦ, ^lam-3-61

**62** χείλη ἐπανισταμένων μοι καὶ μελέτας αὐτῶν κατʼ ἐμοῦ ὅλην  
τὴν ἡμέραν. ^lam-3-62

**63** καθέδραν αὐτῶν καὶ ἀνάκτησιν αὐτῶν.  
ἐπίβλεψον ἐπ ὀφθαλμοὺς αὐτῶν, ^lam-3-63

**64** Κποδώσεις αὐτοῖς ἀνταπόδομα, Κύριε, κατὰ τὰ ἔργα τῶν  
χειρῶν αὐτῶν. ^lam-3-64

**65** Ἀποδώσεις αὐτοῖς ὑπερασπισμόν, καρδίας μόχθον. ^lam-3-65

**66** σὺ αὐτοὺς καταδιώξεις ἐν ὀργῇ καὶ ἐξαναλώσεις αὐτοὺς ὑποκάτω  
τοῦ οὐρανοῦ, Κύριε. ^lam-3-66

## Capítulo 4

**1** Πῶς ἀμαυρωθήσεται χρυσίον, ἀλλοιωθήσεται τὸ ἀργύριον τὸ  
ἀγαθόν;  
ἐξεχύθησαν λίθοι ἅγιοι ἐπʼ ἀρχῆς πασῶν ἐξόδων. ^lam-4-1

**2** υἱοὶ Σειὼν οἱ τίμιοι οἱ ἐπηρμένοι ἐν χρυσίῳ,  
πῶς ἐλογίσθησαν εἰς ἄγγια ὀστράκινα, ἔργα χειρῶν  
κεραμέως ^lam-4-2

**3** Καί γε δράκοντες ἐξέδυσαν μαστούς,  
ἐθήλασαν σκύμνοι αὐτῶν θυγατέρας λαοῦ μου εἰς ἀνίατον,  
ὡς στρουθίον ἐν ἐρήμῃ. ^lam-4-3

**4** Ἐκολλήθη ἡ γλῶσσα θηλάζοντος πρὸς τὸν φάρυγγα αὐτοῦ ἐν  
δίψει·  
νήπια ῆτησαν ἄρτον, ὁ διακλῶν οὐκ ἔστιν αὐτοῖς. ^lam-4-4

**5** Οί ἔσθοντες τὰς τροφὰς ἠφανίσθησαν ἐν ταῖς ἐξόδοις,  
οἱ τιθηνούμενοι ἐπὶ κόκκῳ περιεβάλοντο κοπρίας. ^lam-4-5

**6** Καὶ ἐμεγαλύνθη ἀνομία θυγατρὸς λαοῦ μου ὑπέρ ἀνομίας  
Σοδόμων,  
τῆς κατεστραμμένης ὥσπερ σπουδῇ, καὶ οὐκ ἐπόνεσαν ἐν  
αὐτῇ χεῖρας. ^lam-4-6

**7** Ἐκαθαριώθησαν Ναζειραῖοι αὐτῆς ὑπέρ χιόνα, ἔλαμψαν ὑπέρ  
γάλα,  
ἐπυρώθησαν ὑπέρ λίθους, σαπφείρου τὸ ἀπόσπασμα αὐτῶν. ^lam-4-7

**8** Ἐσκότασεν ὑπέρ ἀσβόλην τὸ εἶδος αὐτῶν, οὐκ ἐπεγνώσθησαν  
ἐν ταῖς ἐξόδοις·  
ἐπάγη δέρμα αὐτῶν ἐπὶ τὰ ὀστέα αὐτῶν, ἐξηράνθησαν, ἐγενήθησαν  
ὥσπερ ξύλον. ^lam-4-8

**9** Καλοὶ ἦσαν οἱ τραυματίαι όομφαίας ἡ οἱ τραυματίαι λιμοῦ·  
ἐπορεύθησαν ἐκκεκεντημένοι ἀπὸ γενημάτων ἀγρῶν. ^lam-4-9

**10** Χεῖρες γυναικῶν οἰκτειρμόναων ἥψησαν τὰ παιδία αὐτῶν,  
ἐγενήθησαν εἰς βρῶσιν αὐταῖς ἐν τῷ συντρίμματι τῆς θυγατρὸς  
λαοῦ μου. ^lam-4-10

**11** Συνετέλεσεν Κύριος θυμὸν αὐτοῦ, ἐξέχεεν θυμὸν ὀργῆς αὐτοῦ,  
καὶ ἀνῆψεν πῦρ ἐν Σειών, καὶ κατέφαγεν τὰ θεμέλια αὐτῆς. ^lam-4-11

**12** Οὐκ ἐπίστευσαν βασιλεῖς γῆς, πάντες οἱ κατοικοῦντες τὴν  
οἰκουμένην,  
ὅτι εἰσελεύσεται ἐχθρὸς καὶ ἐκθλίίδων διὰ τῶν πυλῶν Ἰε.  
ρουσαλήμ. ^lam-4-12

**13** Ἐξ ἁμαρτιῶν προφητῶν αὐτῆς, ἀδικιῶν ἱερέων αὐτῆς,  
τῶν εκχεοντων αἶμα δίκαιον ἐν μέσῳ αὐτῆς. ^lam-4-13

**14** Ἐσαλεύθησαν ἐγρήγοροι αὐτῆς ἐν ταῖς ἐξόδοις,  
ἐμολύνθησαν ἐν αἵματι ἐν τῷ μὴ δύνασθαι αὐτούς,  
ἥψαντο ἐνδυμάτων αὐτῶν. ^lam-4-14

**15** Ἀπόστητε ἀκαθάρτων, καλέσατε αὐτοὺς Ἀπόστητε ἀπόστητε,  
μὴ ἄπτεσθε,  
ὅτι ἀνήφθησαν καί γε ἐσαλεύθησαν·  
εἶπατε ἐν τοῖς ἔθνεσιν οὐ μὴ προσθῶσιν τοῦ παροικεῖν. ^lam-4-15

**16** Πρόσωπον Κυρίου μερὶς αὐτῶν, οὐ προσθήσει ἐπιβλέψαι  
αὐτοῖς·  
πρόσωπον ἱερέων οὐκ ἔλαβον, προφήτας οὐκ ἠλέησαν. ^lam-4-16

**17** Ἔτι ὄντων ἡμῶν ἐξέλιπον οἱ ὀφθαλμοὶ ἡμῶν,  
εἰς τὴν βοήθειαν ἡμῶν μάταια ἀποσκοπευόντων ἡμῶν. ^lam-4-17

**18** Ἀπεσκοπεύσαμεν εἰς ἔθνος οὐ σῶζον,  
ἐθηρεύσαμεν μικροὺς ἡμῶν τοῦ μὴ πορεύεσθαι ἐν ταῖς πλα-  
τείαις ἡμῶν. ^lam-4-18

**19** Ἤγγικεν ὁ καιρὸς ἡμῶν, ἐπληρώθησαν αἱ ἡμέραι ἡμῶν, πάρεστιν  
ὁ καιρὸς ἡμῶν·  
κοῦφοι ἐγένοντο οἱ διώκοντες ἡμᾶς ὑπέρ ἀετοὺς οὐρανοῦ,  
ἐπὶ τῶν ὀρέων ἐξέπτησαν, ἐν ἐρήμῳ ἐνήδρευσαν ἡμᾶς. ^lam-4-19

**20** Πνεῦμα προσώπου ἡμῶν χριστὸς Κύριος συνελήμφθη ἐν ταῖς  
διαφθοραῖς αὐτῶν,  
οὖ εἶπαμεν Ἐν τῇ σκιῷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν. ^lam-4-20

**21** Χαῖρε καὶ εὐφραίνου, θύγατερ Ἰδουμαίας ἡ κατοικοῦσα ἐπὶ γῆς.  
καί γε ἐπὶ σὲ διελεύσεται τὸ ποτήριον Κυρίου, μεθυσθήσῃ  
καὶ ἀποχεεῖς. ^lam-4-21

**22** Ἐξέλιπεν ἡ ἀνομία σου, θύγατερ Σειών,  
οὐ προσθήσει ἀποικίσαι σε.  
ἐπεσκέψατο ἀνομίας σου, θυγάτηρ Ἐδώμ,  
ἀπεκάλυψεν ἐπὶ τὰ ἀσεβήματά σου. ^lam-4-22

## Capítulo 5

**1** Μνήσθητι, Κύριε, ὅ τι ἐγενήθη ἡμῖν,  
ἐπίκκβλεψον καὶ ἴδε τὸν ὀνειδισμὸν ἡμῶν. ^lam-5-1

**2** κληρονομία ἡμῶν μετεστράφη ἀλλοτρίοις,  
οἱ οἶκοι ἡμῶν ξένοις. ^lam-5-2

**3** ὀρφανοὶ ἐγενήθημεν, οὐχ ὑπάρχει πατήρ,  
μητέρες ἡμῶν ὡς αἱ χῆραι. ^lam-5-3

**4** ἐξ ἡμερῶν ἡμῶν ξύλα ἡμῶν ἐν ἀλλάγματι ἦλθεν· ^lam-5-4

**5** ἐπὶ τὸν τράχηλον ἡμῶν ἐδιώχθημεν·  
ἐκοπιάσαμεν, οὐκ ἀνεπαύθημεν. ^lam-5-5

**6** Aἶγυπτος ἔδωκεν χείρα.  
Ἀσσοὺρ εἰς πλησμονὴν αὐτῶν. ^lam-5-6

**7** οἱ πατέρες ἡμῶν ἥμαρτον, οὐχ ὑπάρχουσιν,  
ἡμεῖς τὰ ἀνομήματα αὐτῶν ὑπέσχομεν. ^lam-5-7

**8** δοῦλοι ἐκυρίευσαν ἡμῶν,  
λυτρούμενος οὐκ ἔστιν ἐκ τῆς χειρὸς αὐτῶν. ^lam-5-8

**9** ἐν ταῖς ψυχαῖς ἡμῶν εἰσοίσομεν ἄρτον ἡμῶν  
ἀπὸ προσώπου όομφαίας τῆς ἐρήμου. ^lam-5-9

**10** τὸ δέρμα ἡμῶν ὡς κλίβανος ἐπελιώθη,  
συνεσπάσθησαν ἀπὸ προσώπου καταιγίδων λιμοῦ. ^lam-5-10

**11** γυναῖκας ἐν Σειὼν ἐταπείνωσαν,  
παρθένους ἐν πόλεσιν Ἰούδα. ^lam-5-11

**12** ἄρχοντες ἐν χερσὶν αὐτῶν ἐκρεμάσθησαν,  
πρεσβύτεροι οὐκ ἐδοξάσθησαν. ^lam-5-12

**13** ἐκλεκτοὶ κλαυθμὸν ἀνέλαβον,  
καὶ νεανίσκοι ἐν ξύλῳ ἠσθένησαν. ^lam-5-13

**14** καὶ πρεσβῦται ἀπὸ πύλης κατέπαυσαν,  
ἐκλεκτοὶ ἐκ ψαλμῶν αὐτῶν κατέπαυσαν, ^lam-5-14

**15** κατέλυσεν χαρὰ καρδίας ἡμῶν,  
ἐστράφη εἰς πένθος ὁ χορὸς ἡμῶν, ^lam-5-15

**16** ἔπεσεν ὁ στέφανος ἡμῶν τῆς κεφαλῆς.  
οὐαὶ δὴ ἡμῖν, ὅτι ἡμάρτομεν. ^lam-5-16

**17** περὶ τούτου ἐγενήθη ὀδύνη ὀδυνηρὰ ἡ καρδία ἡμῶν.  
περὶ τούτου ἐσκότασαν οἱ ὀφθαλμοὶ ἡμῶν. ^lam-5-17

**18** ἐπ᾿ ὄρος Σειών, ὅτι ἠφανίσθη,  
ἀλώπεκες διῆλθον ἐν αὐτῇ. ^lam-5-18

**19** σὺ δέ, Κύριε, εἰς τὸν αἰῶνα κατοικήσεις,  
ὁ θρόνος σου εἰς γενεὰν καὶ γενεάν. ^lam-5-19

**20** ζνα τί εἰς νῖκος ἐπιλήσῃ ἡμῶν;  
καταλείψεις ἡμᾶς εἰς μακρότητα ἡμερῶν; ^lam-5-20

**21** ἐπίστρεψον ἡμᾶς, Κύριε, πρὸς σέ, καὶ ἐπιστραφησόμεθα·  
καὶ ἀνακαίνισον ἡμέρας ἡμῶν καθὼς ἔμπροσθεν. ^lam-5-21

**22** ὅτι ἀπωθούμενος ἀπώσω ἡμᾶς,  
ὐργίσθης ἐφʼ ἡμᾶς ἕως σφόδρα. ^lam-5-22

## Notas do Processador

[^pa1]: Texto extraído do TEI-XML do First1KGreek (edição tlg0527, digitalização de 2015 do Old Greek and Latin Project / Universidade de Leipzig, a partir do scan do Internet Archive da edição impressa de Henry Barclay Swete, Cambridge, 1901-1909). O aparato crítico de Swete (notas de variante de manuscrito e siglas marginais 'A', 'D', 'E' etc.) foi omitido nesta leva de conversão — decisão editorial para priorizar ter o texto corrido disponível primeiro; pode ser adicionado depois, livro a livro. Colchetes soltos no meio do texto corrido (ocorreram 0 vez(es) neste arquivo) NÃO são aparato crítico do Swete — são marca de baixa confiança da própria digitalização de 2015 (evidência: a passada de correção do Isaías reduziu esses colchetes em 92% em relação à primeira digitalização). Tratar o texto dentro de colchetes como não-conferido até cotejo com o scan original em archive.org/details/oldtestamentingr01swetuoft. Tratar como texto de trabalho (rascunho) até essa conferência.

---

*Ὁ Διαφορεύς παρῆν*
