---
id: salmos-de-salomao-grc-lxx-swe
type: texto_primario
title: Salmos de Salomão
subtitle: null
author: null
year_original: null
language: grc
edition: "Septuaginta, ed. Henry Barclay Swete (Cambridge University Press, 1901-1909; domínio público), digitalizada pelo Open Greek and Latin Project / First1KGreek (Universidade de Leipzig, 2015) a partir do scan do Internet Archive; texto disponível sob CC BY-SA 4.0."
area: Textos Biblicos
era: "trad. sec. III-I a.C.; edição impressa de base: Swete 1901-1909"
tags:
  - biblia
  - antigo-testamento
  - grego
  - septuaginta
status: rascunho
project: pedra_angular
source: "https://github.com/OpenGreekAndLatin/First1KGreek/tree/master/data/tlg0527/tlg035"
processing: "sept_swete_first1k_to_pedra_angular.py v1.0, 2026-08-14"
related: []
---

# Salmos de Salomão

## Capítulo 1

**1** ΕBOΗΣA πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με εἰς τέλος,  
πρὸς τὸν θεὸν ἐν τῷ ἐπιθέσθαι ἁμαρτωλούς.[^pa1] ^pssl-1-1

**2** ἐξάπινα ἠκούσθη κραυγὴ πολέμου ἐνώπιόν μου·  
ἐπακούσεταί μου, ὅτι ἐπλήσθην δικαιοσύνης. ^pssl-1-2

**3** ἐλογισάμην ἐν καρδίᾳ μου ὅτι ἐπλήσθην δικαιοσύνης,  
ἐν τῷ εὐθηνῆσαί με καὶ πολλὴν γενέσθαι ἐν τέκνοις. ^pssl-1-3

**4** ὁ πλοῦτος αὐτῶν διεδόθη εἰς πᾶσαν τὴν γῆν,  
καὶ ἡ δόξα αὐτῶν ἕως ἐσχάτου τῆς γῆς. ^pssl-1-4

**5** ὑψώθησαν ἕως τῶν ἄστρων,  
εἶπαν Οὐ μὴ πέσωσιν· ^pssl-1-5

**6** καὶ ἐξύβρισαν ἐν τοῖς ἀγαθοῖς αὐτῶν.  
καὶ οὐκ ἤνεγκαν. ^pssl-1-6

**7** αἱ ἁμαρτίαι αὐτῶν ἐν ἀποκρύφοις,  
καὶ ἐγὼ οὐκ ᾔδειν· ^pssl-1-7

**8** αἱ ἀνομίαι αὐτῶν ὑπέρ τὰ πρὸ αὐτῶν ἔθνη,  
ἐβεβήλωσαν τὰ ἅγια Κυρίου ἐν βεβηλώσει. ^pssl-1-8

## Capítulo 2

**1** Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἁμαρτωλὸν ἐν κριῷ κατέβαλλε  
τείχη ὐχυρά.  
καὶ οὐκ ἐκώλυσας. ^pssl-2-1

**2** ἀνέβησαν ἐπί τὸ θυσιαστήριόν σου ἔθνη ἀλλότρια,  
κατεπατοῦσαν ἐν ὑποδήμασιν οὕτων ἐν ὑπερηφανία. ^pssl-2-2

**3** ἀνθʼ ὧν οἱ υἱοὶ Ἰερουσαλὴμ ἐμίαναν τὰ ἅγια Κυρίου,  
ἐβεβηλοῦσαν τὰ δῶρα τοῦ θεοῦ ἐν ἀνομίαις· ^pssl-2-3

**4** ἕνεκεν τούτων εἶπεν Ἀπορίψατε αὐτα μακρὰν ἀπʼ ἐμοῦ,  
οὐκ εὐόδωκεν αὐτοῖς τὸ κάλλος τῆς δόξης αὐτοῦ· ^pssl-2-4

**5** ἐξουθενώθη ἐνώπιον τοῦ θεοῦ,  
ἠτιμώθη ἕως εἰς τέλος. ^pssl-2-5

**6** υἱοὶ καὶ θυγατέρες ἐν αἰχμαλαωσίᾳ πονηρά.  
ἐν σφραγῖδι ὁ τράχηλος αὐτῶν, ἐν ἐπισήμῳ ἐν τοῖς ἔθνεσιν· ^pssl-2-6

**7** κατὰ τὰς ἁμαρτίας αὐτῶν ἐποίησεν αὐτοὶς,  
ὅτι ἐγκατέλειπεν αὐτοὺς εἰς χεῖρας κατισχυόντων· ^pssl-2-7

**8** ἀπέστρεψεν γὰρ τὸ πρόσωπον αὐτοῦ ἀπὸ ἐλέους αὐτῶν,  
νέον καὶ πρεσβύτην καὶ τέκνα αὐτῶν εἰς ἅπαξ· ^pssl-2-8

**9** ὅτι πονηρὰ ἐποίησαν εἰς ἅπαξ, τοῦ μὴ ἀκούειν. ^pssl-2-9

**10** καὶ ὁ οὐρανὸς ἐβαρυθύμησε, καὶ ἡ γῆ ἐβδελύξατο αὐτούς, ^pssl-2-10

**11** ὅτι οὐκ ἐποίησεν πᾶς ἄνθρωπος ἐπʼ αὐτῆς ὅσα ἐποίησαν. ^pssl-2-11

**12** καὶ γνώσεται ἡ γῆ τὰ κρίματά σου πάντα τὰ δίκαια, ὁ θεός. ^pssl-2-12

**13** ἔστησαν τοὺς υἱοὺς Ἰερουσαλὴμ εἰς ἐμπαιγμόν,  
ἀντὶ πορνῶν ἐν αὐτῇ·  
πᾶς ὁ πορευομενος είσεπορεύετο κατέναντι τοῦ ἡλίου·  
ἐνέπαιζον ταῖς ἀνομίαις αὐτῶν· ^pssl-2-13

**14** καθὰ ἐποίουν αὐτοί, ἀπέναντι τοῦ ἡλίου παρεδειγμάτισαν ἀδικίας  
αὐτῶν.  
καὶ θυγατέρες Ἰερουσαλὴμ βέβηλοι κατὰ τὸ κρίμα σου, ^pssl-2-14

**15** ἀυθʼ ἰὧν αὐταὶ ἐμιαίωσαν αὑτὰς ἐν φυρμῷ ἀναμίξεως  
τὴν κοιλίαν μου καὶ τὰ σπλάγχνα μου πονῶ ἐπὶ τούτοις. ^pssl-2-15

**16** ἐγὼ δικαιώσω σε, ὁ θεός, ἐν εὐθύτητι καρδίας·  
ὅτι ἐν τοῖς κρίμασίν σου ἡ δικαιοσύνη σου, ὁ θεός. ^pssl-2-16

**17** ὅτι ἀπέδωκας τοῖς ἁμαρτωλοῖς κατὰ τὰ ἔργα αὐτῶν,  
καὶ κατὰ τὰς ἁμαρτίας αὐτῶν τὰς πονηρὰς σφόδρα. ^pssl-2-17

**18** ἀνέκαλυψας τὰς ἁμαρτίας αὐτῶν, ἵνα φανῇ τὸ κρίμα σου· ^pssl-2-18

**19** ἐξήλειψας τὸ μνημόσυνον αὐτῶν ἀπὸ τῆς γῆς.  
ὁ θεὸς κριτὴς δίκαιος, καὶ οὐ θαυμάσει πρόσαωσον. ^pssl-2-19

**20** ἐλνείδισαν γὰρ ἔθνη Ἰερουσαλὴμ ἐν καταπατήσει·  
κατέσπασεν τὸ κάλλος αὐτῆς ἀπὸ θρόνου δόξης. ^pssl-2-20

**21** περιεζώσατο σάκκον ἀντὶ ἐνδύματος εὐπρεπείας,  
σχοινίον περὶ τὴν κεφαλὴν αὐτῆς ἀντὶ στεφάνου. ^pssl-2-21

**22** περιείλατο μίτραν δόξης ἣν περιέθηκεν αὐτή ὁ θεός ^pssl-2-22

**23** ἐν ἀτιμίᾳ τὸ κάλλος αὐτῆς ἀπερρίφη ἐπὶ τὴν γῆν. ^pssl-2-23

**24** καὶ ἐγὼ εἶδον, καὶ ἐδεήθην τοῦ προσώπου Κυρίου καὶ εἶπον  
Ἱκάνωσον, Κύριε, τοῦ βαρύνεσθαι χεῖράς σου ἐπὶ Ἰσραὴλ  
ἐν ἐπαγωγῇ ἐθνῶν. ^pssl-2-24

**25** ὑτι ἐνέπαιξαν καὶ οὐκ ἐφείσαντο, ἐν ἀργῇ καὶ θυμῷ μετὰ  
μηνίσεως ^pssl-2-25

**26** καὶ συντελεσθήσονται, ἐὰν μὴ σύ, Κύριε, ἐπιτιμήσεις αὐτοῖς  
ἐν ὀργή σου. ^pssl-2-26

**27** ὅτι οὐκ ἐν ζήλει ἐποίησαν, ἁλλ’ ἐν ἐπιθυμίᾳ ψυχῆς. ^pssl-2-27

**28** ἐκχέαι τὴν ὀργὴν αὐτῶν εἰς ἡμᾶς ἐν ἁρπάγματι.  
καὶ μὴ χρονίσῃς, ὁ θεός, τοῦ ἀποδοῦναι αὐτοῖς εἰς κεφαλάς, ^pssl-2-28

**29** τοῦ εἰπεῖν τὴν ὑπερηφανίαν τοῦ δράκοντος ἐν ἀτιμίᾳ. ^pssl-2-29

**30** καὶ οὐκ ἐχρόνισα ἕως ἔδειξέν μοι ὁ θεὸς τὴν ὕβριν αὐτοῦ,  
ἐκκεκεντημένον ἐπὶ τῶν ἀρέων Αἰγύπτου,  
ὑπέρ ἐλαχίστου ἐξουδενωμένον ἐπὶ γῆς καὶ θαλάσσης· ^pssl-2-30

**31** τὸ σῶμα αὐτοῦ διαφερόμενον ἐπὶ κυμάτων ἐν ὕβρει πολλῇ,  
καὶ οὐκ ἧυ §ὸ θάπτων· ^pssl-2-31

**32** ὅτι ἐξουθένωσεν αὐτὸν ἐν ἀτιμίᾳ·  
οὐκ ἐλογίσατο ὅτι ἄνθρωπός ἐστιν,  
καὶ τὸ ὕστερον οὐκ ἐλογίσατο. ^pssl-2-32

**33** εἶπευ Ἐγὼ κύριος γῆς καὶ θαλάσσης ἔσομαι  
καὶ οὐκ ἐπέγνω ὅτι ὁ θεὸς μέγας,  
κραταιὸς ἐν ἰσχύι αὐτοῦ τῇ μεγὶλῃ. ^pssl-2-33

**34** αὺτὸς βασιλεὺς ἐπὶ τῶν οὐρανῶον  
καὶ κρίνων βασιλεῖς καὶ ἀρχάς· ^pssl-2-34

**35** ἀνιστῶν ἐμὲ εἰς δόξαν,  
καὶ κοιμίζων ὑπερηφάνους εἰς ἀπωλίαν αἰῶνος ἐν ἀτιμίᾳ.  
v ὅτι οὐκ ἔγναωσαν αὐτόν. ^pssl-2-35

**36** καὶ νῦν ἴδετε, οἱ μεγιστᾶνες τῆς γῆς, τὸ κρίμα τοῦ κυρίου·  
ὅτι μέγας βασιλεὺς καὶ δίκαιος, κρίνων τὴν ὑπʼ οὐρανόν. ^pssl-2-36

**37** εὺλογεῖτε τὸν θεόν, οἱ φοβούμενοι τὸν κύριον ἐν ἐπιστήμη.  
ὅτι τὴ ἔλεος Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν, μετὰ  
κρίματος, ^pssl-2-37

**38** τηοῦ διαστεῖλαι ἀνὰ μέσον δικαίου καὶ ἁμαρτωλοῦ,  
ἀποδοῦναι ἁμαρτωλοῖς εἰς τὸν αἰῶνα κατὰ τὰ ἔργα αὐτῶν· ^pssl-2-38

**39** καὶ ἐλεῆσαι δίκαιον ἀπὸ ταπεινώσεως ἁμαρτωλοῦ,  
καὶ ἀποδοῦναι ἁμαρτωλῷ ἀνθʼ ὦν ἐποίησεν δικαίῳ. ^pssl-2-39

**40** ὅτι χρηστὸς ὁ κύριος τοῖς ἐπικαλουμένοις αὐτὸυ ἐν ὑπομονή,  
ποθῆσαι κατὰ τὴ ἔλεος αὐτοῖῖ τοῖς ὁσίοις αὐτοῦ,  
παρεστάναι διὰ παντὸς ἐνώπιον αὐτοῦ ἐν ἰσχύι. ^pssl-2-40

**41** εὺλογητὸς Κύριος εἰς τὸν αἰῶνα ἐνώπιον δούλων αὐτοῦ. ^pssl-2-41

## Capítulo 3

**1** Ἶνα τί ὑπνοῖς, ψυχή, καὶ οὐκ εὐλογεῖς τὸν κυρίον ^pssl-3-1

**2** ὕμνον καὶ αἶνον ψάλλετε τῷ θεῷ τῷ αἰνετῷ.  
ψάλλε καὶ γρηγόρησον ἐπὶ τὴν γρηγόρησιν αὐτοῦ·  
ὅτι ἀγαθὸς ψαλμὸς τῷ θεῷ ἐξ ἀγαθῆς καρδίας. ^pssl-3-2

**3** δίκαιοι μνημονεύουσιν διὰ παντὸς τοῦ κυρίου,  
ἐν ἐξομολογήσει καὶ δικαιώσει τὰ κρίματα τοῦ κυρίου. ^pssl-3-3

**4** οὐκ ὀλιγωρήσει δίκαιος παιδευόμενος ὑπὸ τοῦ κυρίου·  
ἡ εὐδοκία αὐτοῦ διὰ παντὸς ἔνοντι Κυρίου. ^pssl-3-4

**5** προσέκοψευ ὁ δίκαιος καὶ ἐδικαίωσεν τὸν κύριον·  
ἔπεσεν, καὶ ἀποβλέπει τί ποιήσει αὐτῷ ὁ θεός· ^pssl-3-5

**6** ἀποσκοπεύει ὅθεν ἤξει σωτηρία αυτῷ. ^pssl-3-6

**7** ἀλήθεια τῶν δικαίων παρὰ θεοῦ σωτῆρος αὐτῶν·  
οὐκ αὐλίζεται ἐν οἴκῳ δικαίου ἁμαρτία ἐφʼ ἁμαρτίαν. ^pssl-3-7

**8** ἐπισκέπτεται διὰ παντὸς τὸν οἰκον αὐτοῦ ὁ δίκαιος,  
τοῦ ἐξᾶραι ἀδικίαν ἐν παραπτώματι αὐτοῦ. ^pssl-3-8

**9** ἐξιλάσατο περὶ ἀγνοίας ἐν νηστείᾳ καὶ ταπεινώσει ψυχην αὐτοῆ· ^pssl-3-9

**10** καὶ ὁ κύριος καθαρίζει πᾶν ἄνδρα ὅσιον καὶ τὸν υἶκον αὐτοῦ. ^pssl-3-10

**11** προσέκοψεν ἁμαρτωλός, καὶ καταρᾶται ζωὴν αὐτοῦ,  
τὴν ἡμέραν γενέσεως αὐτοῦ καὶ ὥδῖνας μητρός· ^pssl-3-11

**12** προσέθηκεν ἁμαρτίας ἐφʼ ἁμαρτίαις τῇ ζωῇ αὐτοῦ· ^pssl-3-12

**13** ἤπεσεν, ὅτι πονηρὸν τὸ πτῶμα αὐτοῦ, καὶ οὐκ ἀναστήσεται.  
ἡ ἀπώλεια τοῦ ἁμαρτωλοῦ εἰς τὸν αἰῶνα, ^pssl-3-13

**14** καὶ οὐ μὴ μνησθήσεται ὅταν ἐπισκέπτηται δικαίους· ^pssl-3-14

**15** αὕτη ἡ μερὶς τῶν ἁμαρτωλῶν εἰς τὸν αἰῶνα. ^pssl-3-15

**16** οἱ δὲ φοβούμενοι τὸν κύριον ἀναστήσονται εἰς ζωὴν αἰώνιον,  
καὶ ἡ ζωὴ αὐτῶν ἐν φωτὶ Κυρίου οὐκ ἐκλείψει ἔτι ^pssl-3-16

## Capítulo 4

**1** Ἵυα τί σύ, βέβηλε, κάθησαι ἐν συνεδρίῳ ὁσίῳ,  
καὶ ἡ καρδία σου μακρὰν ἀφέστηκεν ἀπὸ τοῦ κυρίου,  
ἐν παρανομίαις παροργίζων τὸν θεὸν Ἰσραήλ; ^pssl-4-1

**2** περισσὸς ἐν λόγοις, περισσὸς ἐν σημειώσει ὑπέρ πάντας,  
ὁ σκληρὸς ἐν λόγοις κατακρίναι ἁμαρτωλοὺς ἐν κρίσει. ^pssl-4-2

**3** καὶ ἡ χεὶρ αὐτοῦ ἐν πρώτοις ἐπʼ αὐτὸν ὡς ἐν ζήλει,  
καὶ αὐτὸς ἔνοχος ἐν ποικιλίᾳ ἁμαρτωλῶν, ἐν ἀκρασίαις· ^pssl-4-3

**4** οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ πᾶσαν γυναῖκα ἄνευ διαστολῆς,  
ἡ γλῶσσα ψευδὴς ἐν συναλλάγματι ρεθʼ ὅρκου. ^pssl-4-4

**5** ἐν νυκτὶ καὶ ἐν ἀποκρύφοις ἁμαρτάνει ὡς οὐχ ὐρώμενος,  
ἐν ὀφθαλμοῖς αὐτοῦ λαλεῖ πάσῃ γυναικὶ ἐν συυταγῇ κικίς· ^pssl-4-5

**6** ταχὺς εἰσόδῳ εἰς πᾶσαν οἰκίαν ἱλαρότητι ὡς ἄκακος ^pssl-4-6

**7** ἐξάραι ὁ θεὸς τοὺς ἐν ὑποκρίσει ζῶντας μετὰ ὁσίων,  
ἐν φθόρῳ σαρκὸς αὐτοῦ καὶ πενίᾳ τὴν ζωὴν αὐτοῦ· ^pssl-4-7

**8** ἀνακαλύψαι ὁ θεὸς τὰ ἔργα ἀνθρώπων ἀνθρωπαρέσκων,  
ἐν καταγέλωτι καὶ μυκτηρισμῷ τὰ ἔργα αὐτοῦ. ^pssl-4-8

**9** καὶ δικαιώσαισαν ὅσιοι τὸ κρίμα τοῦ θεοῦ αὐτῶν,  
ἐν τῷ ἐξαίρεσθαι ἁμαρτωλοὺς ἀπὸ προσώπου δικαίου, ^pssl-4-9

**10** ἀνθρωπάρεσκον λαλοῦντα μόνον μετὰ δόλου. ^pssl-4-10

**11** καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ἐπʼ οἶκον ἀνδρὸς ἐν εὐσταθίᾳ, ὡς ὄφις,  
διαλῦσαι σοφίαν ἀλλήλων ἐν λόγοις παρανόμων. ^pssl-4-11

**12** οἱ λόγοι αὐτοῦ παραλογισμοί,  
εἰς πρᾶξιν ἐπιθυμίας ἀδίκων. ^pssl-4-12

**13** οὐκ ἀπέστη ἕως ἐνίκησεν σκορπίσαι ὡς ἐν ἀρφανίᾳ,  
καὶ ἠρήμωσεν οἶκον ἕνεκεν ἐπιθυμίας παρανόμου. ^pssl-4-13

**14** παρελογίσατο ἐν λόγοις ὅτι οὐκ ἔστιν ὁρῶν καὶ κρίναων, ^pssl-4-14

**15** ἐπλήσθη ἐν παρανομίᾳ ἐν ταύτῃ·  
καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπ οἶκον ἕτερον ὀλοθρεῦσαι ἐν λόγοις  
ἀναπτερῶσεαος·  
οὐκ ἐμπίπλαται ἡ ψυχὴ αὐτοῦ, ὡς ἅδης, ἐν πᾶσι τούτοις ^pssl-4-15

**16** γένοιτο, Κύριε, ἡ μερὶς αὐτοῦ ἐν ἀτιμίᾳ ἐνώπιόν σου,  
ἡ ἔξοδος αὐτοῦ ἐν στεναγμοῖς καὶ ἡ εἴσοδος αὐτοῦ ἐν ἀρῷ· ^pssl-4-16

**17** ἐν ὀδύναις καὶ πενίᾳ καὶ ἀπορίᾳ ἡ ζωὴ αὐτοῦ, Κύριε.  
ὁ ὕπνος αὐτοῦ ἐυ λύπαις καὶ ἡ ἐξέγερσις αὐτοῦ ἐυ  
ἀπορίαις· ^pssl-4-17

**18** ἀφαιρεθείη ὕπνος ἀπὸ κροτάφων αὐτοῦ ἐν νυκτί,  
ἀποπέσοιεν ἀπὸ παντὸς ἔργου χειρῶν αὐτοῦ· ^pssl-4-18

**19** καὶ ἐλλιπὴς ὁ οἶκος αὐτοῦ ἀπὸ παντὸς οὗ ἐμπλήσει ψυχὴν  
αὐτοῦ, ^pssl-4-19

**20** ἐν μονίᾳ ἀτεκνίας τὸ γῆρας αὐτοῦ εἰς ἀνάλημψιν. ^pssl-4-20

**21** σκορπισθείησαν σάρκες ἀνθρωπαρέσκων ὑπὸ θηρίων,  
καὶ ὀστᾶ παρανόμων κατέναντι τοῦ ἡλίου ἐν ἀτιμίᾳ. ^pssl-4-21

**22** ὀφθαλμοὺς ἐκκόψαισαν κόρακες ὑποκρινομέναοον, ^pssl-4-22

**23** ὅτι ἠρήμωσεν οἴκους πολλοὺς ἀνθρώπαων ἐν ἀτιμί·ι  
καὶ ἐσκόρπισεν ἐπιθυμίᾳ. ^pssl-4-23

**24** καὶ οὐκ ἐμνήσθησαν θεοῦ,  
καὶ οὐκ ἐφοβήθησαν τὸν θεὸν ἐν ἄπασι τούτοις. ^pssl-4-24

**25** καὶ παρώργισαν τὸν θεόν,  
καὶ παρώξυναν ἐξᾶραι αὐτοὺς ἀπὸ τῆς γῆς·  
ὅτι ψυχὰς ἀκάκων παραλογισμῷ ὑπεκρίνοντο. ^pssl-4-25

**26** μακάριοι οἱ φοβούμενοι τὸν κύριον ἐν ἀκακίᾳ αὐτῶν· ^pssl-4-26

**27** καὶ ὁ κύριος άύσεται αὐτοὺς ἀπὸ ἀνθρώπων δολίων κιὶ  
ἁμαρτωλῶν·  
καὶ bύσεται ἡμᾶς ἀπὸ παντὸς σκανδάλου παρανόμου. ^pssl-4-27

**28** ἐξάραι ὁ θεὸς τοὺς ποιοῦντας ἐν ὑπερηφανίᾳ πᾶσαν ἀδικίαν,  
ὅτι κριτὴς μέγας καὶ κραταιὸς Κύριος ὁ θεὸς ἡμῶν ἐν δι.  
καιοσύνῃ. ^pssl-4-28

**29** γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐπὶ πάντας τοὺς ἀγαπῶντάς σε. ^pssl-4-29

## Capítulo 5

**1** Κύριε ὁ θεός, αἰνέσω τῷ ἀνόματί σου ἐν ἀγαλλιάσει,  
ἐυ μέσῳ ἐπισταμένων τὰ κρίματά σου τὰ δίκαια. ^pssl-5-1

**2** ὅτι εὔχρηστος καὶ ἐλεήμων ἡ καταφυγὴ τοῦ πτωχοῦ· ^pssl-5-2

**3** ἐν τῷ κεκραγέναι με πρὸς σέ μὴ παρασιωπήσῃς ἀπʼ ἐμοῦ. ^pssl-5-3

**4** οὐ γὰρ λήψεται σκῦλα παρὰ ἀνδρὸς δυνατοῦ· ^pssl-5-4

**5** καὶ τίς λήψεται ἀπὸ πάντων ὧν ἐποίησας, ἐὰν μὴ σὺ δῷς ^pssl-5-5

**6** ὅτι ἄνθρωπος καὶ ἡ μερὶς αὐτοῦ παρὰ σοῦ ἐν σταθμῷ·  
οὐ προσθήσει τοῦ πλεονάσαι παρὰ τὸ κρίμα σου, ὁ θεός. ^pssl-5-6

**7** ἐν τῷ θλίκκδεσθαι ἡμᾶς ἐπικαλεσόμεθα εἰς βοήθειαν.  
καὶ σὺ οὐκ ἀποστρέψῃ τὴν δέησιν ἡμῶν,  
ὅτι σὺ ὁ θεὸς ἡμῶν εἶ. ^pssl-5-7

**8** μὴ βαρύνῃς τὴν χεῖρά σου ἐφʼ ἡμᾶς.  
ἴνα μὴ δι᾿ ἀνάγκην ἁμάρτωμεν. ^pssl-5-8

**9** καὶ ἐὰν μὴ ἐπιστρέψῃς ἡμᾶς, οὐκ ἀφεξόμεθα,  
ἀλλ ἐπὶ σ ἥξομεν· ^pssl-5-9

**10** ἐὰν γὰρ πεινάσω, πρὸς σὲ κεκράξομαι, ὁ θεός,  
καὶ σὺ δώσεις μοι. ^pssl-5-10

**11** τὰ πετεινὰ καὶ τοὺς ἰχθύας σὺ τρέφεις.  
ἐν τῷ διδόναι σὲ ὑετὸν ἐρήμοις εἰς ἀνατολὴν χλόης,  
ἑτοιμάσαι χορτάσματα ἐν ἐρήμῳ παντὶ ζῶντι· ^pssl-5-11

**12** καὶ ἐὰν πεινάσωσιν, πρὸς σέ ἀροῦσιν πρόσωπον αὐτῶν. ^pssl-5-12

**13** τοὺς βασιλεῖς καὶ ἄρχοντας καὶ λαοὺς σὺ τρέφεις, ὁ θεός,  
καὶ πτωχοῦ καὶ πένητος ἡ ἐλπὶς τίς ἐστιν εἰ μὴ σύ, Κύριε ^pssl-5-13

**14** καὶ σὺ ἐπακούσῃ, ὅτι τίς χρηστὸς καὶ ἐπιεικὴς ἀλλʼ ἡ πύ;  
εὐφρᾶναι ψυχὴν ταπεινοῦ ἐν τῷ ἀνοῖξαι χεῖρά σου ἐν ἐλέει. ^pssl-5-14

**15** ἡ χρηστότης ἀνθρώπου ἐν φειδῷ, καὶ ἡ ἀέρι ον·  
καὶ ἐὰν δευτερώσῃ ἄνευ γογγυσμοῦ, καὶ τοῦτο θαυμάσειας. ^pssl-5-15

**16** τὸ δὲ δόμα σου πολὺ μετὰ χρηστότητος ¶κοὶ πλούσιον,  
καὶ οὗ ἐστιν ἡ ἐλπὶς ἐπὶ σέ, οὐ φείσεται ἐν δόματι· ^pssl-5-16

**17** ἐπὶ πᾶσαν τὴν γῆν τὸ ἔλεός σου, Κύριε, ἐν χρηστότητι. ^pssl-5-17

**18** μακάριος οὕ μνημονεύει ὁ θεὸς ἐν συμμετρίᾳ αὐταρκίας· ^pssl-5-18

**19** ἐὰν ὑπερπλεονάσῃ ὁ ἄνθρωπος, ἐξαμαρτάνει· ^pssl-5-19

**20** ἱκανὸν τὸ μέτριον ἐν δικαιοσύνῃ,  
καὶ ἐν τούτῳ ἡ εὐλογία Κυρίου, εἰς πλησμονὴν ἐν δικαιοσύνῃ. ^pssl-5-20

**21** ηὐφράνθησαν οἱ φοβούμενοι Κύριον ἐν ἀγαθοῖς,  
καὶ ἡ χρηστότης σου ἐπὶ Ἰσραὴλ τῇ βασιλείᾳ συυ. ^pssl-5-21

**22** εὐλογημένη ἡ δόξα Κυρίου.  
ὅτι αὐτὸς βασιλεῖς ἡμῶν. ^pssl-5-22

## Capítulo 6

**1** Μακάριος ἀνὴρ οὗ ἡ καρδία αὐτοῦ ἑτοίμη ἐπικαλέσασθαι τὸ  
ὄνομα Κυρίου· ^pssl-6-1

**2** ἐν τῷ μνημονεύειν αὐτὸν τὸ ὄνομα Κυρίου σωθήσεται ^pssl-6-2

**3** αἱ ὁδοὶ αὐτοῦ κατευθύνονται ὑπὸ Κυρίου,  
καὶ πεφυλαγμένα ἔργα χειρῶν αὐτοῦ ὑπὸ Κυρίου θεοῦ αὐτοῦ ^pssl-6-3

**4** ἀπὸ ὁράσεως πονηρῶν ἐνυπνίων αὐτοῦ οὐ ταραχθήσεται· ^pssl-6-4

**5** ἡ ψυχὴ αὐτοῦ ἐν διαβάσει ποταμῶν καὶ σάλῳ θαλασσῶν οὐ  
πτοηθήσεται. ^pssl-6-5

**6** ἐξανέστη ἐξ ὕπνου αὐτοῦ,  
καὶ ηὐλόγησεν τῷ ὀνόματι Κυρίου. ^pssl-6-6

**7** ἐπ εὐσταθίᾳ καρδίας αὐτοῦ ἐξύμνησεν τῷ ἀνόματι τοῦ θεοῦ,  
καὶ ἐδεήθη τοῦ προσώπου Κυρίου περὶ παντὸς τοῦ οἴκου  
αὐτοῦ. ^pssl-6-7

**8** καὶ Κύριος εἰσήκουσεν προσευχὴν παντὸς ἐν φοίβῳ θεοῦ,  
καὶ πᾶν αἴτημα ψυχῆς ἐλπιζούσης πρὸς αὐτὸν ἐπιτελεῖ ὁ  
κύριος. ^pssl-6-8

**9** εὺλογητὸς Κύριος ὁ ποιῶν ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν ἐν ἀληθεία. ^pssl-6-9

## Capítulo 7

**1** Μὴ ἀποσκηνώσῃς ἀφʼ ἡμῶν, ὁ θεός,  
ἵνα μὴ ἐπιθῶνται ἡμῖν οἵ ἐμίσησαν ἡμᾶς δωρεάν. ^pssl-7-1

**2** ὅτι ἀπώσω αὐτούς, ὁ θεός·  
μὴ πατησάτω ὁ ποὺς αὐτῶν κληρονομίαν ἁγιὶσματός σου. ^pssl-7-2

**3** σὺ ἐν θελήματί σου παίδευσον ἡμᾶς.  
καὶ μὴ δῷς ἔθνεσιν. ^pssl-7-3

**4** ἐὰν γὰρ ἀποστείλῃς θάνατον, σὺ ἐντελῇ αὐτῷ περὶ ἡμῶν·  
ὅτι σὺ ἐλεήμων, καὶ οὐκ ὀργισθήσῃ τοῦ συντελέσαι ἡμᾶς, ^pssl-7-4

**5** ἐν τῷ κατασκηνοῦν τὸ ὄνομά σου ἐν μέσῳ ἡμῶν ἐλεηθησόμεθα. ^pssl-7-5

**6** καί οὐκ ἰσχύσει πρὸς ἡμᾶς ἔθνος,  
ὅτι σὺ ὑπερασπιστὴς ἡμῶν. ^pssl-7-6

**7** καὶ ἡμεῖς ἐπικαλεσόμεθά σε, καὶ σὺ ἐπακούσῃ ἡμῶν· ^pssl-7-7

**8** ῆτι σὺ οἰκτειρήσεις τὸ γένος Ἰσραὴλ εἰς τὸν αἰῶνα καὶ  
οὐκ ἀπώσει·  
καὶ ἡμεῖς ὑπὸ ζυγόν σου τὸν αἰῶνα,  
καὶ μάστιγα παιδίας σου. ^pssl-7-8

**9** κατευθυνεῖς ἡμᾶς ἐν καιρῷ ἀντιλήψεως σου,  
τοῦ ἐλεῆσαι τὸν οἶκον Ἰακὼβ εἰς ἡμέραν ἐν ἧ ἐπηγγείλω αὐτοῖς. ^pssl-7-9

## Capítulo 8

**1** Θλίψιν καὶ φωνὴν πολέμου ἤκουσεν τὸ οὖς μου,  
φωνὴν σάλπιγγος ἠχούσης σφαγὴν καὶ ὄλεθρον· ^pssl-8-1

**2** φωνὴ λαοῦ πολλοῦ ὡς ἀνέμου πολλοῦ σφόδρα,  
ὡς καταιγὶς πυρὸς πολλοῦ φερομένου δι᾿ ἐρήμου. ^pssl-8-2

**3** καὶ εἶπα τῇ καρδίᾳ μου  
Ποῦ ἄρα κρινεῖ αὐτὸν ὁ θεός ^pssl-8-3

**4** φωνὴν ἤκουσα εἰς Ἰερουσαλὴμ πόλιν ἁγιάσματος· ^pssl-8-4

**5** συνετρίβη ἡ ὀσφύς μου ἀπὸ ἀκοῆς, παρελύθη γόνατά μου. ^pssl-8-5

**6** ἐφοβήθη ἡ καρδία μου, ἐταράχθη τὰ ὀστᾶ μου ὡς λίνον· ^pssl-8-6

**7** εἶπα Κατευθυνοῦσιν ὁδοὺς αὐτῶν ἐν δικαιοσύνῃ.  
ἀνελογισάμην τὰ κρίματα τοῦ θεοῦ ἀπὸ κτίσεως οὐρανοῦ καὶ γης·  
ἐδικαίωσα τὸν θεὸν ἐν τοῖς κρίμασιν αὐτοῦ τοῖς ἀπʼ αἰῶνος. ^pssl-8-7

**8** ἀυεκάλυψεν ὁ θεὸς τὰς ἁμαρτίας αὐτῶν ἐναντίον τοῦ ἡλίου·  
ἔγνω πᾶσα ἡ γῆ τὰ κρίματα τοῦ θεοῦ τὰ δίκαια. ^pssl-8-8

**9** ἐν καταγαίοις κρυφίοις αἵ παρανομίαι αὐτῶν ἐν παροργισμῷ· ^pssl-8-9

**10** υἱὸς μετὰ μητρὸς καὶ πατὴρ μετὰ θυγατρὸς συνεφύροντο. ^pssl-8-10

**11** ἐμοιχῶντο ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ·  
συνέθεντο αὐτοῖς συνθήκας μετὰ ὅρκου περὶ τούτων. ^pssl-8-11

**12** τὰ ἅγια τοῦ θεοῦ διηρπάζοσαν,  
ὼς μὴ ὄντος κληρονόμου λυτρουμένου. ^pssl-8-12

**13** ἐπατοῦσαν τὸ θυσιαστήριον Κυρίου ἀπὸ πάσης ἀκαθαρσίας  
§iκαὶ ἐν ἀφέδρῳ αἵματος ἐμίαναν τὰς θυσίας, ὡς κρέα βέβηλα· ^pssl-8-13

**14** οὐ παρέλειπον ἁμαρτίαν ῆν οὐκ ἐποίησαν ὑπέρ τὰ ἔθνη. ^pssl-8-14

**15** διὰ τοῦτο ἐκέρασεν αὐτοῖς ὁ θεὸς πνεῦμα πλανήσεαως,  
ἐπότισεν αὐτοὺς ποτήριον οἴνου ἀκράτου εἰς μέθην. ^pssl-8-15

**16** ἤγαγεν τὸν ἀπʼ ἐσχάτου τῆς γῆς, τὸν παίοντα κραταιῶς, ^pssl-8-16

**17** ἔκρινεν τὸν πόλεμον ἐπὶ Ἰερουσαλὴμ καὶ τὴν γῆν αὐτῆς. ^pssl-8-17

**18** ἠπάντησαν αὐτῷ οἱ ἄρχοντες τῆς γῆς μετὰ χαρδς.  
εἶπαν αὐτῷ Ἐπευκτὴ ἡ ὁδός σου· δεῦτε εἰσέλθατε μετʼ εἰρήνης ^pssl-8-18

**19** ὡμάλισαν ὁδοὺς τραχείας ἀπὸ εἰσόδου αὐτοῦ,  
ἤνοιξαν πύλας ἐπὶ Ἰερουσαλήμ, ἐστεφάνωσαν τείχη αὐτῆς. ^pssl-8-19

**20** εἰσῆλθεν ὡς πατήρ εἰς οἶκον υἱῶν αὐτοῦ μετ εἰρήνης.  
ἔστησεν τοὺς πόδας αὐτοῦ μετὰ ἀσφαλείας πολλῆς. ^pssl-8-20

**21** κατελάβετο τὰς πυργοβάρεις αὐτῆς καὶ τὸ τεῖχος Ἰερουσαλήμ, ^pssl-8-21

**22** ἶτὶ ὁ θεὸς γαγεν αὐτὸν μετὰ ἀσφαλείας ἐυ τῇ πλανήσει  
αὐτῶν. ^pssl-8-22

**23** ἀπώλεσεν ἄρχοντας αὐτῶν καὶ πᾶν σοφὸν ἐν βουλῇ,  
ἐξέχεεν τὸ αἵμα τῶν οἰκούντων Ἰερουσαλὴμ ὡς ὕδωρ  
ἀκαθαρσίας. ^pssl-8-23

**24** ἀπήγαγεν τοὺς υἱοὺς καὶ τὰς θυγατέρας αὐτῶν,  
ἅ ἐγέννησαν ἐν βεβηλώσει. ^pssl-8-24

**25** ἐποίησαν κατὰ τὰς ἀκαθαρσίας αὐτῶν, καθὼς οἱ πατέρες αὐτῶν· ^pssl-8-25

**26** ἐμίανεν Ἰερουσαλὴμ καὶ τὰ ἡγιασμένα τῷ ὀνόματι τοῦ θεοῦ. ^pssl-8-26

**27** ἐδικαιώθη ὁ θεὸς ἐν τοῖς κρίμασιν αὐτοῦ ἐν τοῖς ἔθνεσι τῆς γῆς. ^pssl-8-27

**28** καὶ οἱ ὅσιοι τοῦ θεοῦ ὡς ἀρνία ἐν ἀκακίᾳ ἐν μέσῳ αὐτῶν. ^pssl-8-28

**29** αἰνετὸς Κύριος ὁ κρίνων πᾶσαν τὴν γῆν ἐν δικαιοσύνῃ αὐτοῦ. ^pssl-8-29

**30** ἰδου δή, ὁ θεός, ἔδειξας ἡμῖν τὸ κρίμα σου ἐν τῇ δικαιοσύνῃ σου. ^pssl-8-30

**31** εδοσαν οἱ ὀφθαλμοὶ ἡμῶν τὰ κρίματά σου, ὁ θεός.  
ἐδικαιώσαμεν τὸ ὄνομά σου τὸ ἔντιμον εἰς αἰῶνας, ^pssl-8-31

**32** ὅτι σὺ ὁ θεὸς τῆς δικαιοσύνης, κρίνων τὸν Ἰσραὴλ ἐν παιδείᾳ. ^pssl-8-32

**33** ἐπίστρεψον, ὁ θεός, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς καὶ οἰκτείρησον ἡμᾶς· ^pssl-8-33

**34** συνάγαγε τὴν διασ πορὰν Ἰσραὴλ μετὰ ἐλέους κὶ χρηστότητος. ^pssl-8-34

**35** ὅτι πίστις σοι μεθʼ ἡμῶν, καὶ ἡμεῖς ἐσκληρίναμεν τράχηλον  
ἡμῶν.  
καὶ σὺ παιδευτὴς ἡμῶν εἶ. ^pssl-8-35

**36** μὴ ὑπερίδῃς ἡμᾶς, ὁ θεὸς ἡμῶν,  
ἵνα μὴ καταπίωσιν ἡμᾶς ἔθνη. ὡς μὴ ὄντος λυτρουμένοιι. ^pssl-8-36

**37** καί σὺ ὁ θεὸς ἡμῶν ἀπʼ ἀρχῆς.  
καὶ ἐπὶ σὲ ἥ ἐλπὶς ἡμῶν, Κύριε· ^pssl-8-37

**38** καὶ ἡμεῖς οὐκ ἀφεξόμεθά σου,  
ὅτι χρηστὰ τὰ κρίματά σου εἰς ἡμᾶς. ^pssl-8-38

**39** ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν ἡ εὐδοκία εἰς τὸν αἰῶνα·  
Κύριε σωτὴρ ἡμῶν, οὐ σαλευθησόμεθα ἔτι τὸν αἰῶνα χρόνον. ^pssl-8-39

**40** Αἰνετὸς Κύριος ἐν τοῖς κρίμασιν αὐτοῦ ἐυ στόματι ὁσίων,  
καὶ εὐλογημένος Ἰσραὴλ ὑπὸ Κυρίου εἰς τὸν αἰῶνα. ^pssl-8-40

## Capítulo 9

**1** Ἐν τῷ ἀπαχθῆναι Ἰσραὴλ ἐν ἀποικεσίᾳ εἰς γῆν ἀλλοτρίαν,  
ἐν τῷ ἀποστθῆναι αὐτοὺς ἀπὸ Κυρίου τοῦ λυτρωσαμένου  
αὐτούς, ^pssl-9-1

**2** ἀπερίφησαν ἀπὸ κληρονομίας ἧς ἔδωκεν αὐτοῖς Κύριος·  
ἐν παντὶ ἔθνει ἡ διασπορὰ τοῦ Ἰσραὴλ κατὰ τὸ όῆμα τοῖ  
θεοῦ· ^pssl-9-2

**3** ζυα δικαιωθῇῆς, ὁ θεός, ἐν τῇ δικαιοσύνῃ σου ἐν ταῖς ἀνομίαις  
ἡμῶν· ^pssl-9-3

**4** ὅτι σὺ κριτὴς δίκαιος ἐπὶ πντας τοὺς λαοὺς τῆς γῆς. ^pssl-9-4

**5** οὐ γὰρ κρυβήσεται ἀπὸ τῆς γνώσεως σου πᾶς ποιῶν ἄδικα. ^pssl-9-5

**6** καὶ αἱ δικαιοσύναι τῶν ὁσίων σου ἐνώπιόν. σου, Κύριε·  
καὶ ποῦ κρυβήσεται ἄνθρωπος ἀπὸ τῆς γνώσεως σου, ὁ θεός ^pssl-9-6

**7** τὰ ἔργα ἡμῶν ἐν ἐκλογῇ καὶ ἐξουσίᾳ τῆς ψυχῆς ἡμῶν.  
τοῦ ποιῆσαι δικαιοσύνην καὶ ἀδικίαν ἔργοις χειρῶν ἡμῶν. ^pssl-9-7

**8** καὶ ἐν τῇ δικαιοσύνῃ σου ἐπισκέπτῃ υἱοὺς ἀνθρώπων· ^pssl-9-8

**9** ὁ ποιῶν δικαιοσύνην θησαυρίζει ζωὴν αὐτῷ παρά Κυρίῳ,  
καὶ ὁ ποιῶν ἀδικίαν αὐτὸὶ αἵτιος τῆς ψυχῆς ἐν ἀπωλεία. ^pssl-9-9

**10** τὰ γὰρ κρίματα Κυρίου ἐν δικαιοσύνῃ κατʼ ἄνδρα καὶ οἶκον. ^pssl-9-10

**11** τίνι χρηστεύσῃ, ὁ θεός, εἰ μὴ τοῖς ἐπικαλουμένοις τὸν κύριον ^pssl-9-11

**12** καθαρίσει ἐν ἁμαρτίαις ψυχὴν ἐν ἐξομολογήσει, ἐν ἐξαγορίαις ^pssl-9-12

**13** ὅτι αἰσχύνη ἡμῖν καὶ τοῖς προσώποις ἡμῶν περὶ ἁπάντων· ^pssl-9-13

**14** καὶ τίνι ἀφήσει ἁμαρτίας, εἰ μὴ τοῖς ἡμαρτηκόσι ^pssl-9-14

**15** δικαίους εὐλογήσεις, καὶ οὐκ εὐθυνεῖς περὶ ἱὡν ἡμάρτοσαν,  
καὶ ὴ χρηστότης σου περὶ ἁμαρτάνοντας ἐν μεταμελεία. ^pssl-9-15

**16** καὶ νῦν σὺ ὁ θεός, καὶ ἡμεῖς λαός σου ὃν ἠγάπησας·  
ἴδε καὶ οἰκτείρησον, ὁ θεὸς Ἰσραήλ, ὅτι σοί ἐσμεν·  
καὶ μὴ ἀποστήσῃς ἔλεός σου ἀφʼ ἡμῶν,  
ἴνα μὴ ἐπιθῶνται ἡμῖν. ^pssl-9-16

**17** ὅτι σὺ ᾑρετίσω τὸ σπέρμα Ἀβραάμ παρά πάντα τὸ ἔθνη, ^pssl-9-17

**18** καὶ δοῦ τὸ ὄνομά σου ἐφʼ ἡμᾶς, Κύριε·  
καὶ οὐ καταπαύσεις τὸν αίῶνα. ^pssl-9-18

**19** ἐυ διαθήκῃ διέθου τοῖς πατράσιν ἡμῶν περὶ ἡμῶν,  
καὶ ἡμεῖς ἐλπιοῦμεν ἐπὶ σὲ ἐν ἐπιστροφῇ ψυχῆς ἡμῶν. ^pssl-9-19

**20** τοῦ κυρίου ἐλεημοσύνη ἡ ἐπʼ οἶκον Ἰσραὴλ  
εἰς τὸν αἰῶνα καὶ ἔτι ^pssl-9-20

## Capítulo 10

**1** Μακάριος ἀνὴρ οὗ ὁ κύριος ἐμνήσθη ἐν ἐλεγμῷ  
καὶ ἐκυκλώθη ἀπὸ ὁδοῦ πονηρᾶς ἐν μάστιγι,  
καθαρισθῆναι ἀπὸ ἁμαρτίας, τοῦ μὴ πληθῦναι. ^pssl-10-1

**2** ὁ ἑτοιμάζων νῶτον εἰς μάστιγας, καὶ καθαρισθήσεται·  
χρηστὸς γὰρ ὁ κύριος τοῖς ὑπομένουσιν παιδείαν. ^pssl-10-2

**3** ὀρθώσει γὰρ ὁδοὺς δικαίων,  
καὶ οὐ διαπρέψει ἐν παιδείᾳ. ^pssl-10-3

**4** καὶ τὸ ἔλεος Κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτὸν ἐν ἀληθείg.  
καὶ μνήσεται Κύριος τῶν δούλων αὐτοῦ ἐν ἐλέει· ^pssl-10-4

**5** ἡ γὰρ μαρτυρία ἐν νόμῳ διαθήκης αἰωνίου,  
ἡ μαρτυρία Κυρίου ἐπὶ ὁδοὺς ἀνθρώπων ἐν ἐπισκοπῇ. ^pssl-10-5

**6** ῆίκαιος καὶ ὅσιος Κύριος ἡμῶν κρίμασιν αὐτοῦ εἰς τὸν αἰῶνα,  
καὶ Ἰσραὴλ αἰνέσει τῷ ὀνόματι Κυρίου ἐν εὐφροσύνῃ. ^pssl-10-6

**7** καὶ ὅσιοι ἐξομολογήσονται ἐν ἐκκλησίᾳ λαοῦ,  
καὶ πτωχοὺς ἐλεήσει ὁ θεὸς ἐν εὐφροσύνῃ Ἰσραήλ. ^pssl-10-7

**8** ὅτι χρηστὸς καὶ ἐλεήμων ὁ θεὸς εἰς τὸν αἰῶνα,  
καὶ συναγωγαὶ Ἰσραὴλ δοξάσουσιν τὸ ὄνομα Κυρίου. ^pssl-10-8

**9** τοῦ κυρίου ἡ σωτηρία ἐπὶ οἶκον Ἰσραὴλ εἰς σωφροσύνην αἰώνιον. ^pssl-10-9

## Capítulo 11

**1** Εαλπίσατε ἐν Σιὼν ἐν σάλπιγγι σημασίας ἁγίων, ^pssl-11-1

**2** κηρύξατε ἐν Ἰερουσαλὴμ φωνὴν εὐαγγελιζομένου·  
ὅτι ἠλέησεν ὁ θεὸς Ἰσραὴλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν. ^pssl-11-2

**3** στῆθι, Ἰερουσαλήμ, ἐφʼ ὑψηλοῦ, καὶ ἴδε τὰ τέκνα σου  
ἀπὸ ἀνατολῶν καὶ δυσμῶν συνηγμένα εἰς ἅπαξ ἀπὸ Κυρίου. ^pssl-11-3

**4** ἀπὸ βορρᾶ ἔρχονται τῇ εὐφροσύνῃ τοῦ θεοῦ αὐτῶν·  
ἐκ νήσων μακρόθεν συνήγαγεν αὐτοὺς ὁ θεός. ^pssl-11-4

**5** ὄρη ὑψηλὰ ἐταπείνωσεν εἰς ὁμαλισμὸν αὐτοῖ · ^pssl-11-5

**6** οἱ βουνοὶ ἐφύγοσαν ἀπὸ εἰσόδου αὐτῶν,  
οἱ δρυμοὶ ἐσκίασαν αὐτοῖς ἐν τῇ παρόδῳ αὐτῶν. ^pssl-11-6

**7** π ᾶν ξύλον εὐωδίας ἀνέτειλεν αὐτοῖς ὁ θεός,  
ἵνα παρέλθῃ Ἰσραὴλ ἐν ἐπισκοπῇ δόξης θεοῦ αὐτῶν, ^pssl-11-7

**8** ἔνδυσαι, Ἰερουσαλήμ, τὰ ἱμάτια τῆς δόξης σου,  
ἑτοίμασον τὴν στολὴν τοῦ ἁγιάσματός σου·  
ὅτι ὁ θεὸς ἐλάλησεν ἀγαθὰ Ἰσραὴλ  
εἰς τὸν αἰῶνα καὶ ἔτι. ^pssl-11-8

**9** ποιήσαι Κύριος ἅ ἐλάλησεν ἐπὶ Ἰσραὴλ καὶ Ἰερουσαλήμ·  
ἀναστήσαι Κύριος τὸν Ἰσραὴλ ἐν ὀνύματι δάξης αὐτοί.  
τοῦ κυρίου τὸ ἔλεος ἐπὶ τὸν Ἰσραὴλ  
εἰς τὸν αἰῶνα καὶ ἔτι ^pssl-11-9

## Capítulo 12

**1** Κύριε, ῥῦσαι τὴν ψυχὴν μου ἀπὸ ἀνδρὸς παρανόμου καὶ  
πονηροῦ,  
ἀπὸ γλώσσης παρανόμου καὶ ψιθυρου καὶ λαλούσης ψευδῆ  
καὶ δόλια· ^pssl-12-1

**2** ἐν ποικιλίᾳ στροφῆς οἱ λόγοι τῆς γλώσσης ἀνδρὸς πονηρῦ.  
ὥσπερ ἐν λαῷ πῦρ ἀνάπτον καλλονὴν αὐτοῦ ^pssl-12-2

**3** ἡ παροικία αὐτοῦ, ἐμπλῆσαι οἴκους ἐν γλώσσῃ ψεύδει  
ἐκκόψαι δένδρα εὐφροσύνης φλογιζούσης παρανόμους. ^pssl-12-3

**4** συνχέαι οἴκους παρανόμους ἐν πολέμῳ χείλεσι ψιθύροις.  
μακρύναι ὁ θεὸς ἀπὸ ἀκάκων χείλη παρανόμων ἐν ἀπορίᾳ,  
καὶ σκορπισθείησαν ὀστᾶ ψιθύρων ἀπὸ φοβουμένων Κύριον ^pssl-12-4

**5** ἐν πυρὶ φλογὸς γλῶσσα ψιθυρὸς ἀπόλοιτο ἀπὸ ὁσίων. ^pssl-12-5

**6** φυλάξαι Κύριος ψυχὴν ἡσύχιον μισοῦσαν ἀδίκους,  
καὶ κατευθύναι Κύριος ἄνδρα ποιοῦντα εἰρήνην ἐν οἴκῳ. ^pssl-12-6

**7** τοῦ κυρίου ἡ σωτηρία ἐπὶ Ἰσραὴλ παῖδα αὐτοῦ εἰς τὸν αἰῶνα, ^pssl-12-7

**8** καὶ ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου Κυρίου ἅπαξ,  
καὶ ὅσιοι Κυρίου κληρονομήσαισαν ἐπαγγελίας. ^pssl-12-8

## Capítulo 13

**1** Δεξιὰ Κυρίου ἐσκέπασέν με,  
δεξιὰ Κυρίου ἐφείσατο ἡμῶν. ^pssl-13-1

**2** ὁ βραχίων Κυρίου ἔσωσεν ἡμᾶς ἀπὸ όομφαίις διαπορευομένης,  
ἀπὸ λιμοῦ καὶ θανάτου ἁμαρτωλῶν. ^pssl-13-2

**3** θηρία ἐπεδράμοσαν αὐτοῖς πονηρά·  
ἐν τοῖς ὀδοῦσιν αὐτῶν ἐτίλλοσαν σάρκας αὐτῶν,  
καὶ ἐν ταῖς μύλαις ἔθλων ὀστᾶ αὐτῶν·  
καὶ ἐκ τούτων ἁπάντων ἐρρύσατο ἡμᾶς Κύριος. ^pssl-13-3

**4** ἐταράχθη ὁ ἀσεβὴς διὰ παραπτώματα αὐτοῦ,  
μή ποτε συμπαραληφθῇ μετὰ τῶν ἁμαρτωλῶν. ^pssl-13-4

**5** ὅτι δεινὴ ἡ καταστροφὴ τοῦ ἁμαρτωλοῦ.  
καὶ οὐχ ἅψεται δικαίου οὐδὲν ἐκ πάντων τούτων. ^pssl-13-5

**6** ἰτι οὐχ ὁμοία ἡ παιδεία τῶν δικαίων ἐν ἀγνοίᾳ.  
καὶ ἡ καταστροφὴ τοῦ ἁμαρτωλοῦ· ^pssl-13-6

**7** ἐν περιστολῇ παιδεύεται δίκαιος,  
ἵνα μὴ ἐπιχαρῇ ὁ ἁμαρτωλὸς τῷ δικαία. ^pssl-13-7

**8** ὅτι νουθετήσει δίκαιον ὡς υἱὸν ἀγαπήσεως,  
καὶ ἡ παιδεία αὐτοῦ ὡς πρωτοτόκου. ^pssl-13-8

**9** ὅτι φείσεται Κύριος τῶν ὁσίων αὐτοῦ,  
καὶ τὰ παραπτώματα αὐτῶν ἐξαλείψει ἐν παιδεία.  
ἡ γὰρ ζωὴ τῶν δικαίων εἰς τὸν αἰῶνα· ^pssl-13-9

**10** ἁμαρτωλοὶ δὲ ἀρθήσονται εἰς ἀπώλειαν,  
καὶ οὐχ είρεθήσεται μνημόσυνον αὐτῶν ἔτι ^pssl-13-10

**11** ἐπὶ δὲ τοὺς ὁσίους τὸ ἔλεος Κυρἰου,  
καὶ ἐπὶ τοὺς φοβουμένους τὸ ἔλεος αὐτοῦ. ^pssl-13-11

## Capítulo 14

**1** Πιστὸς Κύριος τοῖς ἀγαπῶσιν αὐτὸν ἐν ἀληθείᾳ,  
τοῖς ὑπομένουσιν παιδείαν αὐτοῦ,  
τοῖς πορευομένοις ἐν δικαιοσύνῃ προσταγμάτων αὐτοῦ,  
ἐν νόμῳ ᾧ ἐνετείλατο ἡμῖν εἰς ζωὴν ἡμῶν. ^pssl-14-1

**2** ὅσιοι Κυρίου ζήσονται ἐν αὐτῷ εἰς τὸν αἰῶνα·  
ὁ παράδεισος τοῦ κυρίου, τὰ ξύλα τῆς ζωῆς ὅσιοι αὐτοῦ. ^pssl-14-2

**3** ἡ φυτεία αὐτῶν ἐρριζωμένη εἰς τὸν αἰῶνα·  
οὐκ ἐκτιλήσονται πάσας τὰς ἡμέρας τοῦ οὐρανοῦ,  
ὅτι ἡ μερὶς καὶ κληρονομία τοῦ θεοῦ ἐστιν Ἰσραήλ. ^pssl-14-3

**4** καὶ οὐχ οὕτως οἱ ἁμαρτωλοὶ καὶ παράνομοι,  
οἳ ἠγάπησαν ἡμέραν ἐν μετοχῇ ἁμαρτίας αὐτῶν·  
ἐν μικρότητι σαπρίας ἡ ἐπιθυμία αὐτῶν, ^pssl-14-4

**5** καὶ οὐκ ἐμνήσθησαν τοῦ θεοῦ.  
ὅτι ὁδοὶ ἀνθρώπων γναωσταὶ ἐνώπιον αὐτοῦ διὰ παντός,  
καὶ ταμεῖα καρδίας ἐπίσταται πρὸ τοῦ γενέσθαι. ^pssl-14-5

**6** ῇδιὰ τοῦτο ἡ κληρονρμία αὐτῶν ἅδης καὶ σκότος καὶ ἀπώλεια,  
καὶ οὐχ εὑρεθήσονται ἐν ἡμέρᾳ ἐλέους δικαίων.  
οἱ δὲ ὅσιοι Κυρίου κληρονομήσουσιν ζωὴν ἐν εὐφροσύνῃ. ^pssl-14-6

## Capítulo 15

**1** Ἐν τῷ θλίίδεσθαί με ἐπεκαλεσάμην τὸ ὄνομα Κυρίου,  
εἰς βοήθειαν ἤλπισα τοῦ θεοῦ Ἰακώβ, καὶ ἐσώθην· ^pssl-15-1

**2** ὅτι ἐλπὶς καὶ καταφυγὴ τῶν πτωχῶν σύ, ὁ θεός. ^pssl-15-2

**3** τίς γὰρ ἰσχύει, ὁ θεός, εἰ μὴ ἐξομολογήσασθαί σοι ἐν ἀληθείᾳ; ^pssl-15-3

**4** καὶ τί δυνατὸς ἄνθρωπος, εἰ μὴ ἐξομολογήσασθαι τῳ ὀνό-  
ματί σου; ^pssl-15-4

**5** ψαλμὸν καινὸν μετὰ ψδῆς ἐν εὐφροσύνῃ καρδίας,  
καρπὸν χειλέων ἐν ἀργάνῳ ἡρμοσμένῳ γλώσσης.  
ἀπαρχὴν χειλέων ἀπὸ καρδίας ὁσίας καὶ δικαίας· ^pssl-15-5

**6** ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ἀπὸ κικοῦ,  
φλὸξ πυρὸς καὶ ὀργὴ ἀδίκων οὐχ ἅψεται αὐτοῦ· ^pssl-15-6

**7** ὅταν ἐξέλθῃ ἐφʼ ἁμαρτωλοὺς ἀπὸ προσώπου Κυρίου,  
ὀλεθρεῦσαι πᾶσαν ὑπόστασιν ἁμαρτωλῶν. ^pssl-15-7

**8** ἰτὶ τὸ σημεῖον τοῦ θεοῦ ἐπὶ δικαίους εἰς σωτηρίαν·  
λιμὸς καὶ όομφαία καὶ θάνατος ἀπὸ δικαίων μακράν. ^pssl-15-8

**9** φεύξονται γὰρ ὡς διωκόμενοι πολέμου ἀπὸ άσίων,  
καταδιώξονται δὲ ἁμαρτωλοὺς καὶ καταλήψονται  
καὶ οὐκ ἐκφεύξονται οἱ ποιοῦντες ἀνομίαν τὸ κρίμα Κυρίου,  
ὡς ὑπὸ πολεμίων ἐμπείρων καταλημφθήσονται. ^pssl-15-9

**10** τὸ γὰρ σημεῖον τῆς ἀπωλείας ἐπὶ τοῦ μετώπου αὐτῶν, ^pssl-15-10

**11** καὶ ἡ κληρονομία τῶν ἁμαρτωλῶν ἀπώλεια καὶ σκότος,  
καὶ ἀνομίαι αὐτῶν διώξονται αὐτοὺς ἕως ἅδου κάτω. ^pssl-15-11

**12** ἡ κληρονομία αὐτῶν οὐχ είρεθήσεται τοῖς τέκνοις αὐτῶν, ^pssl-15-12

**13** αἱ γὰρ ἁμαρτίαι ἐξερημώσουσιν οἴκους ἁμαρτωλῶν·  
καὶ ἀπολοῦνται ἁμαρτωλοὶ ἐν ἡμέρα κρίσεως Κυρίου εἰς τὸν  
αἰῶνα, ^pssl-15-13

**14** ὅταν ἐπισκέπτηται ὁ θεὸς τὴν γῆν ἐν κρίματι αὐτυῖ. ^pssl-15-14

**15** οἱ δὲ φοβούμενοι τὸν κύριον ἐλεηθήσονται ἐν αὐτῇ,  
καὶ ζήσονται ἐν τῇ ἐλεημοσύνῃ τοῦ θεοῦ αὐτῶν·  
καὶ ἁμαρτωλοὶ ἀπολοῦνται εἰς τὸν αἰῶνα χρόνον. ^pssl-15-15

## Capítulo 16

**1** Ἐν τῷ νυστάξαι ψυχήν μου ἀπὸ Κυρίου,  
παρὰ μικρὸν ὠλίσθησα ἐν καταφορῷ ὕπνου. ^pssl-16-1

**2** τῷ μακρὰν ἀπὸ θεοῦ παρʼ ὀλίγον ἐξεχύθη ἡ ψυχὴ μου εἰς  
θάνατον,  
σύνεγγυς πυλῶν ᾅδου μετὰ ἁμαρτωλοῦ· ^pssl-16-2

**3** ἐν τῷ διενεχθῆναι ψυχήν μου ἀπὸ Κυρίου θεοῦ Ἰσραήλ,  
εἰ μὴ ὁ κύριος ἀντελάβετό μου τῷ ἐλέει αὐτοῦ εἰς τὸν αἰῶνα. ^pssl-16-3

**4** ἔνυξέν με ὁὡς κέντρον ἵππου ἐπὶ τὴν γρηγόρησιν αὐτοῦ,  
ὁ σαωτὴρ καὶ ἀντιλήπτωρ μου ἐν παντὶ καιρῷ ἔσωσέν με. ^pssl-16-4

**5** ἐξομολογήσομαί σοι, ὁ θεός, ὅτι ἀντελάβου μου εἰς σωτηρίαν.  
καὶ οὐκ ἐλογίσω με μετὰ τῶν ἁμαρτωλῶν εἰς ἀπώλειαν. ^pssl-16-5

**6** μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀπʼ ἐμοῦ, ὁ θεός,  
μηδέ τὴν μνήμην περὶ σοῦ ἀπὸ καρδίας ἕως θανάτου. ^pssl-16-6

**7** ἐπικράτησόν μου, ὁ θεός, ἀπὸ ἁμαρτίας πονηρᾶς  
καὶ ἀπὸ πάσης γυναικὸς πονηρᾶς σκανδαλιζούσης ἄφρονα. ^pssl-16-7

**8** καὶ μὴ ἀπατησάτω με κάλλος γυναικὸς παρανομούσης,  
καὶ παντὸς ὑποκειμένου¶ ἀπὸ ἁμαρτίας ἀνωφελοῦς. ^pssl-16-8

**9** τὰ ἔργα τῶν χειρῶν μου κατεύθυνον ἐν τόπῳ σου,  
καὶ τὰ διαβήματά μου ἐν τῇ μνήμῃ σου διαφύλαξον. ^pssl-16-9

**10** τὴν γλῶσσάν μου καὶ τὰ χείλη μου ἐν λόγοις ἀληθείας  
περίστειλον,  
ργὴν καὶ θυμὸν ἄλογον μακρὰν ποίησον ἀπʼ ἐμοῦ. ^pssl-16-10

**11** γογγυσμὸν καὶ ὀλιγοψυχίαν ἐυ θλίψει μάκρυνον ἀπʼ ἐμοῖ.  
ἐὰν ἁμαρτήσω ἐν τῷ σε παιδεύειν είς επιστροφην. ^pssl-16-11

**12** εὺδοκίᾳ δέ μετὰ ἱλαρότητος στήρισον τήν ψυχὴν μου·  
ἐν τῷ ἐνισχῦσαί σε τὴν ψυχὴν μου ἀρκέσει μοι τὸ δοθέν. ^pssl-16-12

**13** ὅτι ἐὰν μὴ σὺ ἐνισχύσῃς, τίς ὑφέξεται παιδείαν ἐν πενίᾳ, ^pssl-16-13

**14** ἐν τῷ ἐλέγχεσθαι ψυχὴν ἐν χειρὶ σαπρίας αὐτοῦ;  
ἡ δοκιμασία σου ἐν σαρκὶ αὐτοῦ καὶ ἐν θλίψει πενίας· ^pssl-16-14

**15** ἐν τῷ ὑπομεῖναι δίκαιον ἐν τούτοις ἐλεηθήσεται ὑπὸ Κυρίου. ^pssl-16-15

## Capítulo 17

**1** Κύριε, σὺ βασιλεὺς ἡμῶν εἰς τὸν αἰῶνα καὶ ἔτιὅτι  
ἐν σοί, ὁ θεὸς ἡμῶν, καυχήσεται ἡ ψυχὴ ἡμῶα. ^pssl-17-1

**2** καὶ τίς ὁ χρόνος ζωῆς ἀνθρώπου ἐπὶ τῆς γῆς  
κατὰ τὸν χρόνον αὐτοῦ καὶ ἡ ἐλπὶς αὐτοῦ ἐπʼ αὐτν. ^pssl-17-2

**3** ἡμεῖς δὲ ἐλπιοῦμεν ἐπὶ τὸν θεὸν σωτῆρα ἡμῶν,  
ὅτι τὸ κράτος τοῦ θεοῦ ἡμῶν εἰς τὸν αἰῶνα μετʼ ἐλέους, ^pssl-17-3

**4** καὶ ἡ βασιλεία τοῦ θεοῦ ἡμῶν εἰς τὸν αἰῶνα ἐπὶ τὰ ἔθνη. ^pssl-17-4

**5** σύ, Κύριε, ᾑρετίσω τὸν Δαυὶδ βασιλέα ἐπὶ Ἰσραήλ,  
καὶ σὺ ὠμοσας αὐτῷ περὶ τοῦ σπέρματος εἰς τὸν αἰῶνα,  
τοῦ μὴ ἐκλείπειν ἀπέναντί σου βασίλειον αὐτοῦ. ^pssl-17-5

**6** καὶ ἐν ταῖς ἁμαρτίαις ἡμῶν ἐπανέστησαν ἡμῖν ἁμαρτωλοί,  
ἐπέθεντο ἡμῖν καὶ ἐξώσαντο ἡμᾶς·  
οἷς οὐκ ἐπηγγείλω, μετὰ βίας ἀφείλαντο, ^pssl-17-6

**7** καὶ οὐκ ἐδόξασαν τὸ ὄνομά σου τὸ ἔντιμον·  
ἐν δόξῃ ἔθεντο βασίλειον ἀντὶ ὕψους αὐτῶν, ^pssl-17-7

**8** ήρήμωσαν τὸν θρόνον Δαυὶδ ἐν ὑπερηφανίᾳ ἀλλάγματος.  
καὶ σύ, ὁ θεός, καταβαλεῖς αὐτούς, καὶ ἀρεῖς σπέρμα αὐτῶν  
ἀπὸ τῆς γῆς. ^pssl-17-8

**9** ἐν τῷ ἐπαναστῆναι αὐτοῖς ἄνθρωπον ἀλλότριον γένους ἡμῶν. ^pssl-17-9

**10** κατὰ τὰ ἁμαρτήματα αὐτῶν ἀποδώσεις αὐτοῖς, ὁ θεός,  
εὑρεθῆναι αὐτοῖς κατὰ τὰ ἔργα αὐτῶν. ^pssl-17-10

**11** οὐκ ἐλεήσει αὐτοὺς ὁ θεός,  
ἐξερεύνησεν τὸ σπέρμα αὐτῶν καὶ οὐκ ἀφῆκεν οὐτων ἕνα· ^pssl-17-11

**12** πιστὸς ὁ κύριος ἐν πᾶσι τοῖς κρίμασιν αὐτοῦ οἷς ποιεῖ ἐπί  
τὴν γῆν. ^pssl-17-12

**13** ἠρήμωσεν ὁ ἄνομος ἐπὶ τὴν γῆν ἡμῶν ἀπὸ ἐνοικούντων αὐτήν·  
ἠφάνισαν νέον καὶ πρεσβύτην καὶ τέκνα αὐτῶν ἅμα. ^pssl-17-13

**14** ἐν ἀργῇ κάλλους αὐτοῦ ἐξαπέστειλεν αὐτὰ ἕως ἐπὶ δυσμῶν,  
καὶ τοὺς ἄρχοντας τῆς γῆς εἰς ἐμπαιγμόν· καὶ οὐκ ἐφείσατο. ^pssl-17-14

**15** ἐυ ἀλλοτριότητι ὁ ἐχθρὸς ἐποίησεν, ἐν ὑπερηφανία·  
καὶ ἡ καρδία αὐτοῦ ἀλλοτρία ἀπὸ τοῦ θεοῦ ἡμῶν. ^pssl-17-15

**16** καὶ πάντα ὅσα ἐποίησεν ἐν Ἰερουσαλήμ,  
καθὼς καὶ τὰ ἔθνη ἐν ταῖς πόλεσι τοὺς θεοὺς αὐτῶν. ^pssl-17-16

**17** καὶ ἐπεκρατοῦσαν αὐτῶν υἱοὶ τῆς διαθήκης ἐν μέσῳ ἐθνῶν  
συμμίκτον,  
οὐκ ἦν ὁ ποιῶν ἐν μέσῳ ἐν αὐτοῖς, ἐν Ἰερουσαλήμ, ἔλεος  
καὶ ἀλήθειαν. ^pssl-17-17

**18** ἐφύγοσαν ἀπʼ αὐτῶν οἱ ἀγαπῶντες συναγωγὰς ὁσίων·  
ὡς στρουθία ἐξεπετάσθησαν ἀπὸ κοίτης αὐτῶν. ^pssl-17-18

**19** ἐπλανῶντο ἐν ἐρήμοις, σωθῆναι ψυχὰς αὐτῶν ἀπὸ κακοῦ,  
καὶ τίμιον ἐν ὀφθαλμοῖς παροικίας ψυχὴ σεσωσμένη ἐξ  
αὐτῶν. ^pssl-17-19

**20** ἐφύγοσαν ἀπʼ αὐτῶν οἱ ἀγαπῶντες συναγωγὰς ὁσίων·  
εἰς πᾶσαν τὴν γῆν ἐγενήθη σκορπισμὸς αὐτῶν ὑπὸ ἀνόμων.  
ὅτι ἀνέσχεν ὁ οὐρανὸς τοῦ στάξαι ὑετὸν ἐπὶ τὴν γῆν· ^pssl-17-20

**21** πηγαὶ συνεσχέθησαν αἰώνιοι ἐξ ἀβύσσων, ἀπὸ ὀρέων  
ὑψηλῶν.  
ὅτι οὐκ ἣν ἐν αὐτοῖς ποιῶν δικαιοσύνην καὶ κρίμα·  
ἀπὸ ἄρχοντος αὐτῶ· καὶ λαοῦ ἐλαχίστου ἐν πάσῃ ἁμαρτίᾳ. ^pssl-17-21

**22** ὁ βασιλεὺς ἐν παρανομίᾳ καὶ ὁ κριτὴς ἐν ἀπειθεία,  
καὶ ὁ λαὸς ἐν ἁμαρτίᾳ. ^pssl-17-22

**23** ἲδὲ, Κύριε, καὶ ἀνάστησον αὐτοῖς τὸν βασιλέα αὐτῶν, υἱὸν Δαυίδ,  
εἰς τὸν καιρὸν ὸν ἴδες σύ, ὁ θεός,  
τοῦ βασιλεῦσαι ἐπὶ Ἰσραὴλ παῖδά σου. ^pssl-17-23

**24** καὶ ὑπόζωσον αὐτὸν ἰσχὺν τοῦ θραῦσαι ἄρχοντας ἀδίκους. ^pssl-17-24

**25** καθάρισον Ἰερουσαλὴμ ἀπὸ ἐθνῶν καταπατούντων ἐν ἀπωλείᾳ, ἐν σοφίᾳ, ἐν δικαιοσύνῃ ^pssl-17-25

**26** ἐξῶσαι ἁμαρτωλοὺς ἀπὸ  
κληρονομίας,  
ἐκτρίψαι ὑπερηφανίαν ἁμαρτωλοῦ ὡς σκεύη κεραμέας,  
ἐν ὸάβδῳ σιδηρῷ συντρίψαι πᾶσαν ὑπόστασιν αὐτῶν· ^pssl-17-26

**27** ὀλοθρεῦσαι ἔθνη παράνομα ἐν λόγῳ στόματος αὐτοῦ,  
ἐν ἀπειλῇ αὐτοῦ φυγεῖυ ἔθνη ἀπὸ προσώπου αὐτοῦ,  
καὶ ἐλέγξαι ἁμαρτωλοὺς ἐν λόγῳ καρδίας αὐτῶν ^pssl-17-27

**28** καὶ συνάξει λαὸν ἅγιον οδ ἀφηγήσετα ι ἐν δικαιοσύνῃ,  
καὶ κρινεῖ φυλὰς λαοῦ ἡγασμέύου ὑπὸ Κυρίου θεοδ αὐτοῦ. ^pssl-17-28

**29** καὶ οὐκ ἀφήσει ἀδικίαν ἐν μέσῳ αὐτῶν αὐλισθῆναι ἔτι,  
καὶ οὐ κατοικήσει πᾶς ἄνθρωπος μετʼ αὐτῶν εἰδὼὸς κακίαν. ^pssl-17-29

**30** γνώσεται γὰρ αὐτοὺς ὅτι πάντες υἱοὶ θεοῦ εἰσιν αὐτῶν,  
καὶ καταμερίσει αὐτοὺς ἐν ταῖς φυλαῖς αὐτῶν ἐπὶ τῆς γῆς. ^pssl-17-30

**31** καὶ πάροικος καὶ ἀλλογενὴς οὐ παροικήσει αὐτοῖς ἔτι·  
κρινεῖ λαοὺς καὶ ἔθνη ἐν σοφίᾳ δικαιοσύνης αὐτοῦ.  
διάφαλμα. ^pssl-17-31

**32** καὶ ἕξει λαοὺς ἐθνῶν δουλεύειν αὐτῷ ὑπὸ τὸν ζυγὸν αὐτοῦ,  
καὶ τὸν κύριον δοξάσει ἐν ἐπισήμῳ πάσης τῆς γῆς. ^pssl-17-32

**33** καὶ καθαριεῖ Ἰερουσαλὴμ ἐν ἁγιασμῷ, ὡς καὶ τὸ ἀπʼ ἀρχῆς. ^pssl-17-33

**34** ἔρχεσθαι ἔθνη ἀπʼ ἄκρου τῆς γῆς ἰδεῖν τὴν δόξαν αὐτοῦ.  
φέροντες δῶρα τοὺς ἐξησθενηκότας υἱοὺς αὐτῆς, ^pssl-17-34

**35** καὶ ἰδεῖν τὴν δόξαν Κυρίου ἣν ἐδόξασεν αὐτὴν ὁ θεός·  
καὶ αὐτὸς βασιλεὺς δίκαιος διδακτὸς ὑπὸ θεοῦ ἐπʼ αὐτούς, ^pssl-17-35

**36** καὶ οὐκ ἔστιν ἀδικία ἐν ταῖς ἡμέραις αὐτοῦ ἐν μέσῳ  
αὐτῶν·  
ὅτι πάντες ἅγιοι, καὶ βασιλεὺς αὐτῶν χριστὸς κύριος. ^pssl-17-36

**37** οὐ γὰρ ἐλπιεῖ ἐπὶ ἵππον καὶ ἀναβάτην καὶ τόξον,  
οὐδὲ πληθυνεῖ αὐτῷ χρυσίον οὐδὲ ἀργύριον εἰς πόλεμον·  
καὶ πολλοῖς οὐ συνάξει ἐλπίδας εἰς ἡμέραν πολέμου. ^pssl-17-37

**38** Κύριος αὐτὸς βασιλεὺς αὐτοῦ· ἐλπὶς τοῦ δυνατοῦ ἐλπίδι θεοῦ,  
καὶ ἐλεήσει πάντα τὰ ἔθνη ἐνώπιον αὐτοῦ ἐν φόβῳ. ^pssl-17-38

**39** κατάξει γὰρ γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ εἰς αἰῶνα ^pssl-17-39

**40** εὐλογήσει λαὸν Κυρίου ἐν σοφίᾳ μετʼ εὐφροσύνης. ^pssl-17-40

**41** καὶ αὐτὸς καθαρὸς ἀπὸ ἁμαρτίας, τοῦ ἄρχειν λαοὺς μεγάλους.  
ἐλέγξαι ἄρχοντας καὶ ἐξᾶραι ἁμαρτωλοὺς ἐν ἰσχύι λόγου· ^pssl-17-41

**42** καὶ οὐκ ἀσθενήσει ἐν ταῖς ἡμέραις αὐτοῦ ἐπὶ θεῷ αὐτοῦ,  
ὅτι ὁ θεὸς κατηργάσατο αὐτὸν δυνατὸν ἐν πνεύματι ἁγίῳ  
καὶ σοφὸν ἐν βουλῇ συνέσεως μετὰ ἰσχύος καὶ δικαιοσύνης. ^pssl-17-42

**43** καὶ εὐλογία Κυρίου μετʼ αὐτοῦ ἐν ἰσχύι, ^pssl-17-43

**44** καὶ οὐκ ἀσθενήσει ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον·  
καὶ τίς δύναται πρὸς αὐτόν  
ἰσχυρὸς ἐν ἔργοις αὐτοῦ καὶ κραταιὸς ἐν φόβῳ θεοῦ, ^pssl-17-44

**45** ποιμαίνων τὸ ποιμνίον Κυρίου ἐν πίστει καὶ δικαιοσύνῃ,  
καὶ οὐκ ἀφήσει ἀσθενῆσαι ἐν αὐτοῖς ἐν τῇ νομῇ αὐτῶν ^pssl-17-45

**46** ἐυ ἰσότητι πάντας αὐτοὺς ἄξει,  
καὶ οὐκ ἔσται ἐν αὐτοῖς ὑπερηφανία τοῦ καταδυναστευθῆναι  
ἐν αὐτοῖς. ^pssl-17-46

**47** αὕτη ἡ εὐπρέπεια τοῦ βασιλέως Ἰσραήλ, ἣν ἔγνω ὁ θεός,  
ἀναστῆσαι αὐτὸν ἐπ οἶκον Ἰσραήλ, παιδεῦσαι αὐτόν. ^pssl-17-47

**48** τὰ όήματα αὐτοῦ πεπυρωμένα ὑπέρ χρυσίον τὸ πρῶτον τίμιον,  
ἐν συναγωγαῖς διακρινεῖ λαοῦ φυλὰς ἡγιασμένου· ^pssl-17-48

**49** οἱ λόγοι αὐτοῦ ὡς λόγοι ἁγίων ἐν μέσῳ λαῶν ἡγιασμένων. ^pssl-17-49

**50** μακάριοι οἱ γενόμενοι ἐν ταῖς ἡμέραις ἐκείναις,  
ἰδεῖν τὰ ἀγαθὰ Ἰσραὴλ ἐν συναγωγῇ φυλῶν· ποιήσαι ὁ θεός. ^pssl-17-50

**51** ταχύναι ὁ θεὸς ἐπὶ Ἰσραὴλ τὸ ἔλεος αὐτοῦ·  
όύσεται ἡμᾶς ἀπὸ ἀκαθαρσίας ἐχθρῶν βεβήλων.  
Κύριος αὐτὸς βασιλεὺς ἡμῶν εἰς τὸν αἰῶνα καὶ ἔτι. ^pssl-17-51

## Capítulo 18

**1** Κύριε, τὸ ἔλεός σου ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου εἰς τὸν αἰῶνα· ^pssl-18-1

**2** ἡ χρηστότης σου ἐπὶ δόματος πλουσίου ἐπὶ Ἰσραήλ·  
οἱ ὀφθαλμοί σου ἐπιβλέποντες ἐπʼ αὐτά, καὶ οὐχ ὑστερήσει  
ἐξ αὐτῶν, ^pssl-18-2

**3** τὰ ὦπά σου ἐπακούει εἰς δέησιν πτωχοῦ ἐν ἐλπίδι  
τὰ κρίματά σου ἐπὶ πᾶσαν τὴν γῆν μετὰ ἐλέους, ^pssl-18-3

**4** καὶ ἀγάπη σου ἐπὶ σπέρμα Ἀβραάμ, υἱοὺς Ἰσραὴλ.  
ἡ παιδία σου ἐφʼ ἡμᾶς ὡς υἱὸν πρωτότοκον μονογενῆ, ^pssl-18-4

**5** ἀποστρέψαι ψυχὴν εὐήκοον ἀπὸ ἀμαθίας ἐν ἀγνοία. ^pssl-18-5

**6** καθαρίσαι ὁ θεὸς Ἰσραὴλ εἰς ἡμέραν ἐλέους ἐν εὐλογίᾳ.  
εἰς ἡμέραν ἐκλογῆς ἐν ἀνάξει χριστοῦ αὐτοῦ. ^pssl-18-6

**7** μακάριοι οἱ γενόμενοι ἐν ἡμέραις ἐκείναις,  
ἰδεῖν τὰ ἀγαθὰ Κυρίου, ἃ ποιήσει γενεῷ τῇ ἐρχομένῃ· ^pssl-18-7

**8** ὑπὸ ὸάβδον παιδείας χριστοῦ κυρίου, ἐν φόβῳ θεοῦ αὐτοῦ,  
ἐν σοφίᾳ πνεύματος καὶ δικαιοσύνης καὶ ἰσχύος· ^pssl-18-8

**9** κατευθῦναι ἄνδρας ἐν ἔργοις δικαιοσύνης φόβῳ θεοῦ.  
καταστῆσαι πάντας αὐτοὺς ἐνώπιον Κυρίου. ^pssl-18-9

**10** γενεὰ ἀγαθὴ ἐν φόβῳ θεοῦ ἐν ἡμέραις ἐλέους. διάψαλμα. ^pssl-18-10

**11** μέγας ἡμῶν ὁ θεὸς καὶ ἔνδοξος, ἐν ὑψίστοις κατοικῶν· ^pssl-18-11

**12** ὁ διατάξας ἐν πορίᾳ φωστῆρας εἰς καιροὺς ὡρῶν ἀφʼ ἡμερῶν  
εἰς ἡμέρας.  
καὶ οὐ παρέβησαν ἀπὸ ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς. ^pssl-18-12

**13** ἐν φόβῳ θεοῦ ἡ ὁδὸς αὐτῶν καθʼ ἑκάστην ἡμέραν.  
ἀφʼ ἧς ἡμέρας ἔκτισεν αὐτοὺς ὁ θεὸς καὶ ἕως αἰῶνος. ^pssl-18-13

**14** καὶ οὐκ ἐπλανήθησαν ἀφʼ ἧς ἡμέρας ἔκτισεν αὐτούς·  
ἀπὸ γενεῶν ἀρχαίων οὐκ ἀπέστησαν ὁδῶν αὐτῶν,  
εἰ μὴ ὁ θεὸς ἐνετείλατο αὐτοῖς ἐν ἐπιταγῇ δούλων αὐτοῦ. ^pssl-18-14

## Notas do Processador

[^pa1]: Texto extraído do TEI-XML do First1KGreek (edição tlg0527, digitalização de 2015 do Old Greek and Latin Project / Universidade de Leipzig, a partir do scan do Internet Archive da edição impressa de Henry Barclay Swete, Cambridge, 1901-1909). O aparato crítico de Swete (notas de variante de manuscrito e siglas marginais 'A', 'D', 'E' etc.) foi omitido nesta leva de conversão — decisão editorial para priorizar ter o texto corrido disponível primeiro; pode ser adicionado depois, livro a livro. Colchetes soltos no meio do texto corrido (ocorreram 0 vez(es) neste arquivo) NÃO são aparato crítico do Swete — são marca de baixa confiança da própria digitalização de 2015 (evidência: a passada de correção do Isaías reduziu esses colchetes em 92% em relação à primeira digitalização). Tratar o texto dentro de colchetes como não-conferido até cotejo com o scan original em archive.org/details/oldtestamentingr01swetuoft. Tratar como texto de trabalho (rascunho) até essa conferência.

---

*Ὁ Διαφορεύς παρῆν*
