---
id: proverbios-grc-lxx-swe
type: texto_primario
title: Provérbios
subtitle: null
author: null
year_original: null
language: grc
edition: "Septuaginta, ed. Henry Barclay Swete (Cambridge University Press, 1901-1909; domínio público), digitalizada pelo Open Greek and Latin Project / First1KGreek (Universidade de Leipzig, 2015) a partir do scan do Internet Archive; texto disponível sob CC BY-SA 4.0."
area: Textos Biblicos
era: "trad. sec. III-I a.C.; edição impressa de base: Swete 1901-1909"
tags:
  - biblia
  - antigo-testamento
  - grego
  - septuaginta
status: rascunho
project: pedra_angular
source: "https://github.com/OpenGreekAndLatin/First1KGreek/tree/master/data/tlg0527/tlg029"
processing: "sept_swete_first1k_to_pedra_angular.py v1.0, 2026-08-14"
related: []
---

# Provérbios

## Capítulo 1

**1** ΠΑΡΟΙΜΙΑΙ Σαλωμῶντος υἱοῦ Δαυείδ  
ὃς ἐβασίλευσεν ἐν Ἰσραήλ,[^pa1] ^pr-1-1

**2** γνῶναι σοφίαν καὶ παιδείαν  
§δέξασθαί τε λόγους φρονήσεως, ^pr-1-2

**3** δέξασθαί τε στροφὰς λόγων,  
νοῆσαί τε δικαιοσύνην ἀληθῆ  
καὶ κρίμα κατευθύνειν· ^pr-1-3

**4** ἴνα δῷ ἀκάκοις πανουργίαν,  
παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν. ^pr-1-4

**5** τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται,  
ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται, ^pr-1-5

**6** νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον  
ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. ^pr-1-6

**7** Ἀρχὴ σοφίας φόβος θεοῦ,  
σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν·  
εὐσεβέα δὲ εἰς θεὸν ἀρχὴ αἰσθήσεως,  
σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν. ^pr-1-7

**8** ἄκουε, υἱέ, παιδείαν πατρός σου,  
καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου· ^pr-1-8

**9** στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ,  
καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳι ^pr-1-9

**10** υἱέ, μὴ σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς,  
μηδέ βουληθῇς ^pr-1-10

**11** ἐὰν παρακαλέσωσί σε λέγοντες  
Ἐλθὲ μεθʼ ἡμῶν, κοινώνησον αἵματος,  
κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως. ^pr-1-11

**12** καταπίωμεν δέ αὐτὸν ὥσπερ ᾄδης ζῶντα,  
καὶ ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ γῆς· ^pr-1-12

**13** τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα,  
πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων· ^pr-1-13

**14** τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν,  
κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες  
καὶ μαρσίππιον ἐν γενηθήτω ἡμῖν. ^pr-1-14

**15** μὴ πορευθῇς ἐν ὁδῷ μετʼ αὐτῶν,  
ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν· ^pr-1-15

**17** οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς. ^pr-1-17

**18** αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά,  
ἡ δέ καταστροφὴ ἀνδρῶν παρανόμωνν κακή. ^pr-1-18

**19** ηὗται αἱ ὁδοί εἰσιν πάνταον τῶν συντελούτωνν τὰ ἄνομα·  
τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀφαιροῦνται. ^pr-1-19

**20** Σοφία ἐν ἐξόδοις ὑμνεῖται,  
ἐν δὲ πλατείαις παρρησίαν ἄγει· ^pr-1-20

**21** ἐη᾿ ἄκρων δὲ τειχέων κηρύσσεται,  
ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει,  
ἐπὶ δὲ πύλαις πόλεως θαρροῦσα λέγει ^pr-1-21

**22** Ὅσον ἂν χρόνον ἄκακοι ἔχωνται τῆς δικαιοσύνης, οὐκ αἰσχυνθήοἱ  
δὲ ἄφρονες, τῆς ὕβρεως ὄντες ἐπιθυμηταί,  
ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσθησιν, ^pr-1-22

**23** καὶ ὑπεύθυνοι ἐγένοντο ἐλέγχοις.  
ἰδοὺ προήσομαι ὑμῖν ἐμῆς πνοῆς ῥῆσιν,  
διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον. ^pr-1-23

**24** ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε,  
καὶ ἐξέτεινον λόγους καὶ οὐ προσείχετε, ^pr-1-24

**25** ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμὰς βουλάς,  
τοῖς δὲ ἐμοῖς ἐλέγχοις ἠπειθήσατε· ^pr-1-25

**26** τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι,  
καταχαροῦμαι δὲ ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος. ^pr-1-26

**27** καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος,  
ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ.  
καὶ ὅταν ἔρχηται ὑμῖν θλίψις καὶ πολιορκία,  
ἢ ὅταν ἔρχηται ὑμῖν ὄλεθρος. ^pr-1-27

**28** ἕσται γὰρ ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν·  
ζητήσουσίν με κακοί, καὶ οὐχ εὑρήσουσιν. ^pr-1-28

**29** ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ λόγον τοῦ κυρίου οὐ προείλαντο, ^pr-1-29

**30** οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς,  
ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους. ^pr-1-30

**31** τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρπούς,  
καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται· ^pr-1-31

**32** ἀνθʼ ὧν γὰρ ἠδίκουν νηπίους φονευθήσονται,  
καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ ^pr-1-32

**33** ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπʼ ἐλπίδι,  
καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ. ^pr-1-33

## Capítulo 2

**1** Υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ, ^pr-2-1

**2** ὑπακούσεται σοφίας τὸ οὗς σου,  
καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν,  
παραβαλεῖς δὲ αὐτὴν ἐπὶ νουθέτησιν τῷ υἱῷ σου. ^pr-2-2

**3** ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ  
καὶ τῇ συνέσει δῷς φωνήν σου, ^pr-2-3

**4** καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον  
καὶ ὡς θησαυροὺς ἐξεραυνήσῃς αὐτήν· ^pr-2-4

**5** τότε συνήσεις φόβον Κυρίου,  
καὶ ἐπίγνωσιν θεοῦ εὑρήσεις. ^pr-2-5

**6** ὅτι Κύριος δίδωσιν σοφίαν,  
καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις· ^pr-2-6

**7** καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίαν, ^pr-2-7

**8** ὑπερασπιεῖ τὴν πορείαν αὐτῶν ⁸τοῦ φυλάξαι ὁδοὺς  
δικαιωμάτων,  
καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει ^pr-2-8

**9** πότε συνήσεις δικαιοσύνην καὶ κρίμα,  
καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς. ^pr-2-9

**10** ἐὰν γὰρ ἔλθῃ ἡ σοφία εἰς σὴν διάνοιαν,  
ἡ δὲ αἴοθησις τῇ σῇ ψυχῇ καλὴ εἶναι δόξῃ. ^pr-2-10

**11** βουλὴ καλὴ φυλάξει σε,  
ἔννοια δὲ ὁσία τηρήσει σε· ^pr-2-11

**12** ἵνα ῥύσηταί σε ἀπὸ ὁδοῦ κακῆς  
καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδέν πιστόν. ^pr-2-12

**13** ὦ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας  
τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους, ^pr-2-13

**14** οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς  
καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ, ^pr-2-14

**15** ὧν αἱ τρίβοι σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν, ^pr-2-15

**16** τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας  
καὶ ἀλλότριον τῆς δικαίας γνώμης.  
υἱέ, μή σε καταλάβῃ κακὴ βουλή, ^pr-2-16

**17** ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος,  
καὶ διαθήκην θείαν ἐπιλελησμένη. ^pr-2-17

**18** ἔθετο γὰρ παρὰ τῷ θανάτῳ τὸν οἶκον αὐτῆς,  
καὶ παρὰ τῷ ᾄδῃ μετὰ τῶν γηγενῶν τοὺς ἄξονας αὐτῆς· ^pr-2-18

**19** πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν  
οὐδὲ μὴ καταλάβωσιν τρίβους εὐθείας· ^pr-2-19

**20** εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθάς.  
οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς.  
εὕροσαν ἂν τρίβους δικαιοσύνης λείους. ^pr-2-20

**21** ὅτι εὐθεῖς κατασκηνώσουσι γῆν,  
καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτῇ· ^pr-2-21

**22** ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται,  
οἱ δὲ παράνομοι ἐξωσθήσονται ἀπʼ αὐτῆς. ^pr-2-22

## Capítulo 3

**1** Υἰέ, ἐμῶν νομίμων μὴ ἐπλανθάνου,  
τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία· ^pr-3-1

**2** μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς καὶ εἰρήνην προσθήσουσίν σοι. ^pr-3-2

**3** ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε,  
ἄφαψαι δὲ αὐτὰς ἐπὶ σῷ τραχήλῳ, καὶ εὑρήσεις χάριν· ^pr-3-3

**4** καὶ προνοοῦ καλὰ ἐνώπιον Κυρίου καὶ ἀνθρώπων. ^pr-3-4

**5** ἴσθι πεποιθὼς ἐν ὅλῃ τῇ καρδίᾳ ἐπὶ θεῷ,  
ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου· ^pr-3-5

**6** πάσαις ὁδοῖς σου γνώριζε αὐτήν,  
ἴνα ὀρθοτομῇ τὰς ὁδούς σου. ^pr-3-6

**7** μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ,  
φοβοῦ δὲ τὸν θεὸν καὶ ἔκκλινε ἀπὸ παντὸς κακοῦ· ^pr-3-7

**8** τότε ἴασις ἔσται τῷ σώματί σου,  
καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου. ^pr-3-8

**9** τίμα τὸκύριον ἀπὸ σῶν δικαίων πόνων,  
καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης· ^pr-3-9

**10** ἴνα πίμπληται τὰ ταμεῖά σου πλησμονῆς σίτῳ,  
οἴνῳ δὲ αἱ ληνοί σου ἐκβλύζωσιν. ^pr-3-10

**11** Υἱέ, μὴ ὀλιγώρει παιδείας Κυρίου,  
μηδὲ ἐκλύου ὑπʼ αὐτοῦ ἐλεγχόμενος· ^pr-3-11

**12** ὃν γὰρ ἀγαπῷ Κύριος ἐλέγχει.  
μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. ^pr-3-12

**13** μακάριος ἄνθρωπος ὃς εὗρεν σοφίαν,  
καὶ θνητὸς ὃς εἶδεν φρόνησιν. ^pr-3-13

**14** κρεῖττον γὰρ αὐτὴν ἐμπορεύεσθαι  
ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. ^pr-3-14

**15** τιμιωτέρα δέ ἐστιν λίθων πολυτελῶν·  
οὐκ ἀντιτάξεται αὐτῇ οὐδὲν πονηρόν.  
εὔγνωστός ἐστιν πᾶσιν τοῖς ἐγγίζουσιν αὐτῇ,  
πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. ^pr-3-15

**16** μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς ἐν τῆ δεξιῷ αὐτῆς,  
ἐν δὲ τῆ ἀριστερῷ αὐτῆς πλοῦτος καὶ δόξα· ^pr-3-16

**16a** a ¹⁶aἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη,  
νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. ^pr-3-16a

**17** αἱ ὁδοὶ αὐτῆς ὁδοὶ καλαί,  
καὶ πάντες οἱ τρίβοι αὐτῆς ἐν εἰρήνῃ· ^pr-3-17

**18** ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς,  
καὶ τοῖς ἐπερειδομένοις ἐπʼ αὐτὴν ὡς ἐπὶ Κύριον. ^pr-3-18

**19** ὁ θεὸς τῆ σοφίᾳ ἐθεμελίωσεν τὴν γῆν,  
ἡτοίμασεν δὲ οὐρανοὺς φρονήσει· ^pr-3-19

**20** ἐν αἰσθήσει ἄβυσσοι ἐρράγησαν.  
νέφη δὲ ἐρρύησαν δρόσους. ^pr-3-20

**21** Υἱέ. μὴ παραρυῇς,  
τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν· ^pr-3-21

**22** ἵνα ζήσῃ ἡ ψυχὴ σου. καὶ χάρις ᾖ περὶ σῷ τραχήλῳ. ^pr-3-22

**22a** aἔσται δὲ ἴασις ταῖς σαρξί σου,  
καὶ ἐπιμέλεια τοῖς σοῖς ὀστέοις· ^pr-3-22a

**23** ἴνα πορεύῃ πεποιθὼς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου,  
ὁ δὲ πούς σου οὐ μὴ προσκόψῃ. ^pr-3-23

**24** ἐὰν γὰρ κάθῃ, ἄφοβος ἔσῃ,  
ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις· ^pr-3-24

**25** καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν  
οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας· ^pr-3-25

**26** ὁ γὰρ Κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου,  
καὶ ἐρείσει σὸν πόδα ἵνα μὴ σαλευθῇς. ^pr-3-26

**27** μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ,  
ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν. ^pr-3-27

**28** μὴ εἴπῃς Ἐπανελθὼν ἐπάνηκε, αὔριον δώσω,  
δυνατοῦ σου ὄντος εἶ ποιεῖν·  
οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. ^pr-3-28

**29** μὴ τεκτήνῃ ἐπὶ σὸν φίλον κακά,  
παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί. ^pr-3-29

**30** μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην,  
μή τί σε ἐργάσηται κακόν. ^pr-3-30

**31** μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη,  
μηδέ ζηλώσῃς τὰς ὁδοὺς αὐτῶν. ^pr-3-31

**32** ἀκάθαρτος γὰρ ἔναντι Κυρίου πᾶς παράνομος,  
ἐν δὲ δικαίοις οὐ συνεδριάζει. ^pr-3-32

**33** κατάρα θεοῦ ἐν οἴκοις ἀσεβῶν,  
ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται. ^pr-3-33

**34** Κύριος ὑπερηφάνοις ἀντιτάσσεται,  
ταπεινοῖς δὲ δίδωσιν χάριν. ^pr-3-34

**35** δόξαν σοφοὶ κληρονομήσουσιν,  
οἱ δὲ ἀσεβεῖς ὕψωσαν ἀτιμίαν. ^pr-3-35

## Capítulo 4

**1** Ἀκούσατε, παῖδες, παιδείαν πατρός,  
καὶ προσέχετε γνῶναι ἔννοιαν. ^pr-4-1

**2** δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν,  
τὸν ἐμὸν νόμον μὴ ἐγκαταλίπητε. ^pr-4-2

**3** υἱὸς γὰρ ἐγενόμην κἀγὼ πατρὶ ὑπήκοος  
καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός, ^pr-4-3

**4** οἳ ἔλεγον καὶ ἐδίδασκόν με  
Ἐρειδέτω ὁ ἡμένερος λόγος εἰς σὴν καρδίαν· ^pr-4-4

**5** φύλασσε ἐντολάς, ⁵μὴ ἐπιλάθῃ·  
μηδὲ παρίδῃς ῥῆσιν ἐμοῦ στόματος ^pr-4-5

**6** μηδὲ ἐγκαταλίπῃς αὐτήν, καὶ ἀνθέξεταί σου·  
ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε. ^pr-4-6

**8** περιχαράκαωσον αὐτήν, καὶ ὑψώσει σε·  
τίμησον αὐτήν, ἴνα σε περιλάβῃ· ^pr-4-8

**9** ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων.  
στεφάνῳ δέ τρυφῆς ὑπερασπίσῃ σου. ^pr-4-9

**10** Ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους.  
καὶ πληθυνθήσεται ἔτη ζωῆς σου,  
ἴνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου. ^pr-4-10

**11** ὁδοὺς γὰρ σοφίας διδάσκω σε.  
ἐμββάζω δέ σε τροχιαῖς ὀρθαῖς. ^pr-4-11

**12** ἐὰν γὰρ πορεύῃ, οὐ συνκλεισθήσεταί σου τὰ διαβήματα·  
ἐὰν δέ τρέχῃς, οὐ κοπιάσεις. ^pr-4-12

**13** ἐπιλαβοῦ ἐμῆς παιδείας. μὴ ἀφῇς,  
ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωὴν σου. ^pr-4-13

**14** ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς,  
μηδέ ζηλώσῃς ὁδοὺς παρανόμων· ^pr-4-14

**15** ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσιν, μὴ ἐπέλθῃς ἐκει.  
ἔκκλινον δὲ ἀπʼ αὐτῶν καὶ παράλλαξον. ^pr-4-15

**16** οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν·  
ἀφήρηται ὁ ὕπνος αὐτῶν, καὶ οὐ κοιμῶνται· ^pr-4-16

**17** οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας,  
οἴνῳ δὲ παρανόμῳ μεθύσκονται. ^pr-4-17

**18** αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσιν,  
προπορεύονται καὶ φωτίζουσιν ἕως κατορθώσῃ ἡ ἡμέρα. ^pr-4-18

**19** αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί,  
οὐκ οἴδασιν πῶς προσκόπτουσιν. ^pr-4-19

**20** Υἱέ, ἐμῇ ῥήσει πρόσεχε,  
τοῖς δὲ ἐμοῖς λόγοις παράβαλε σὸν οὖς, ^pr-4-20

**21** ὅπως μὴ ἐκλίπωσίν σε αἱ πηγαί σου,  
φύλασσε αὐτὰς ἐν καρδίᾳ· ^pr-4-21

**22** ζωὴ γάρ ἐστιν τοῖς εὑρίσκουσιν αὐτήν,  
καὶ πάσῃ σαρκὶ ἴασις. ^pr-4-22

**23** πάσῃ φυλακῇ τήρει σὴν καρδίαν·  
ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς. ^pr-4-23

**24** περίελε σεαυτοῦ σκολιὸν στόμα,  
καὶ ἄδικα χείλη ἀπὸ σοῦ μακρὰν ἄπωσαι. ^pr-4-24

**25** οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν,  
τὰ δὲ βλέφαρά σου νευέτω δίκαια. ^pr-4-25

**26** ὀρθὰς τροχιὰς ποίει σοῖς ποσίν,  
καὶ τὰς ὁδοὺς σου κατεύθυνε. ^pr-4-26

**27** μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ μηδὲ εἰς τὰ ἀριστερά,  
ἀπόστρεψον δὲ σὸν πόδα ἀπὸ ὁδοῦ κακῆς. ^pr-4-27

**27a** aὁδοὺς γὰρ τὰς ἐκ δεξῶν οἶδεν ὁ θεός,  
διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν· ^pr-4-27a

**27b** ᵇαὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου,  
τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει. ^pr-4-27b

## Capítulo 5

**1** Υἱέ, ἐμῇ σοφίᾳ πρόσεχε,  
ἐμοῖς δὲ λόγοις παράβαλλε σὸν οὗς, ^pr-5-1

**2** ἴνα φυλάξῃς ἔννοιαν ἀγαθήν·  
αἴσθησις δὲ ἐμῶν χειλέων ἐντέλλεταί σοι. ^pr-5-2

**3** μὴ πρόσεχε φαύλῃ γυναικί  
μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης,  
ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα· ^pr-5-3

**4** ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις  
καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. ^pr-5-4

**5** τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσιν  
τοὺς χραομένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ἄδήν,  
τὰ δέ ἴχνη αὐτῆς οὐκ ἐρείδεται ^pr-5-5

**6** ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται,  
σφαλεραὶ δέ αἱ τροχιαὶ αὐτῆς καὶ οὐκ εὔγνωστοι. ^pr-5-6

**7** νῦν οὗν, υἱέ, ἄκουέ μου,  
καὶ μὴ ἀκύρους ποιήσῃς ἐμοὺς λόγους. ^pr-5-7

**8** μακρὰν ποίησον ἀπʼ αὐτῆς σὴν ὁδόν,  
μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς· ^pr-5-8

**9** ἵνα μὴ πρόῃ ἄλλοις ζωήν σου,  
καὶ σὸν βίον ἀνελεήμοσιν· ^pr-5-9

**10** ἵνα μὴ πλησθῶσιν ἀλλότριοι σῆς ἰσχύος,  
οἱ δὲ σοὶ πόνοι εἰς οἴκους ἀλλοτρίων ἔλθωσιν· ^pr-5-10

**11** καὶ μεταμεληθήσῃ ἐπʼ ἐσχάτων,  
ἡνίκα ἂν κατατριβῶσιν σάρκες σώματός σου, ^pr-5-11

**12** καὶ ἐρεῖς Πῶς ἐμίσησα παιδείαν,  
καὶ ἐλέγχους ἐξέκλινεν ἡ καρδία μου· ^pr-5-12

**13** οὐκ ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με.  
οὐδὲ παρέβαλλον τὸ οὖς μου· ^pr-5-13

**14** παρʼ ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ  
ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς. ^pr-5-14

**15** πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων  
καὶ ἀπὸ σῶν φρεάτων πηγῆς. ^pr-5-15

**16** μὴ ὑπερεκχείσθω σοι ὕδατα ἐκ τῆς σῆς πηγῆς.  
εἰς δὲ σὰς πλατείας διαπορευέσθω τὰ σὰ ὕδατα· ^pr-5-16

**17** ἔστω σοι μόνα ὑπάρχοντα.  
καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι· ^pr-5-17

**18** ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία,  
καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου. ^pr-5-18

**19** ἔλαφος φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι,  
ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ  
ἐν γὰρ τῇ ταύτης φιλίᾳ συνπεριφερόμενος πολλοστὸς ἔσῃ. ^pr-5-19

**20** μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν.  
μηδὲ συνέρχου ἀγκάλαις τῆς μὴ ἰδίας· ^pr-5-20

**21** ἐνώπιον γάρ εἰσιν τῶν τοῦ θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός,  
εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει. ^pr-5-21

**22** παρανομίαι ἄνδρα ἀγρεύουσιν,  
σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται ^pr-5-22

**23** οὗτος τελευτῷ μετὰ ἀπαιδεύτων,  
ἐκ δὲ πλήθους τῆς ἑαυτοῦ βιότητος ἐξερίφη  
καὶ ἀπώλετο δι᾿ ἀφροσύνην. ^pr-5-23

## Capítulo 6

**1** Υἱέ, ἐὰν ἐγγυήσῃ σὸν φίλον,  
παραδώσεις σὴν χεῖρα ἐχθρῷ. ^pr-6-1

**2** παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη,  
καὶ ἁλίσκεται χείλεσιν ἰδίου στόματος. ^pr-6-2

**3** ποίει, υἱέ, ἃ ἐγὼ σοι ἐντέλλομαι, καὶ σώζου·  
ἥκεις γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν φίλον·  
ἴσθι μὴ ἐκλυόμενος,  
παρόξυνε δὲ καὶ τὸν φίλον σου ὃν ἐνεγυήσω. ^pr-6-3

**4** μὴ δῷς ὕπνον σοῖς ὄμμασιν,  
μηδέ ἐπινυστάξῃς σοῖς βλεφάροις. ^pr-6-4

**5** ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων  
καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. ^pr-6-5

**6** Ἴοθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ,  
καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ,  
καὶ γενοῦ ἐκείνου σοφώτερος· ^pr-6-6

**7** ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος,  
μηδέ τὸν ἀναγκάζοντα ἔχων  
μηδὲ ὑπὸ δεσπότην ὤν, ^pr-6-7

**8** ἑτοιμάζεται θέρους τὴν τροφήν,  
πολλήν τε ἐν τῷ ἀμήτῳ ποιεῖται τὴν παράθεσιν. ^pr-6-8

**8a** aἢ πορεύθητι πρὸς τὴν μέλισσαν  
καὶ μάθε ὡς ἐργάτις ἐστιν,  
τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται· ^pr-6-8a

**8b** ᵇἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται,  
ποθεινὴ δέ ἐστιν πᾶσιν καὶ ἐπίδοξος· ^pr-6-8b

**8c** καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενής,  
τὴν σοφίαν τιμήσασα προήχθη. ^pr-6-8c

**9** ἕως τίνος, ὀκνηρέ, κατάκεισαι ;  
πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ ^pr-6-9

**10** ὀλίγον μέν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι, μικρὸν δέ νυστάζεις,  
ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶν στήθη· ^pr-6-10

**11** εἶτ᾿ ἐνπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία,  
καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς. ^pr-6-11

**11a** ἐὰν δὲ ἄοκνος ᾖς, ἤξει ὥσπερ πηγὴ ὁ ἀμητός σου,  
ἡ δὲ ἔνδεια ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει. ^pr-6-11a

**12** Ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαθάς· ^pr-6-12

**13** ὁ δ᾿ αὐτὸς ἐννεύει ὀφθαλμῷ. σημαίνει δὲ ποδί  
διδάσκει δέ ἐννεύμασιν δακτύλων· ^pr-6-13

**14** διεστραμμένῃ καρδίᾳ τεκταίνεται κακὰ ἐν παντὶ καιρῷ·  
ὁ τοιοῦτος ταραχὰς συνίστησιν πόλει. ^pr-6-14

**15** διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτοῦ.  
διακοπὴ καὶ συντριβὴ ἀνίατος· ^pr-6-15

**16** ὅτι χαίρει πᾶσιν οἷς μισεῖ ὁ θεός,  
συντρίβεται δὲ δι᾿ ἀκαθαρσίαν ψυχῆς· ^pr-6-16

**17** ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος,  
χεῖρες ἐκχέουσαι αἷμα δικαίου, ^pr-6-17

**18** καὶ καρδία τεκταινομένη λογισμοὺς κακούς,  
καὶ πόδες ἐπισπεύδοντες κακοποιεῖν. ^pr-6-18

**19** ἐκκαίει ψευδῆ μάρτυς ἄδικος,  
καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν. ^pr-6-19

**20** Υἱέ, φύλασσε νόμους πατρός σου,  
καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου· ^pr-6-20

**21** ἄφαψαι δέ αὐτοὺς ἐπὶ σῇ ψυχῇ διὰ παντός,  
καὶ ἐνκλοίωσαι ἐπὶ σῷ τραχήλῳ. ^pr-6-21

**22** ἡνίκα ἂν περιπατῇς ἐπάγου αὐτὴν καὶ μετὰ σοῦ ἔστω·  
ὡς δʼ ἂν καθεύδῃς φυλασσέτω σε,  
ἴνα ἐγειρομένῳ συλλαλῇ σοι. ^pr-6-22

**23** ὅτι λύχνος ἐντολὴ νόμου.  
καὶ φῶς ὁδὸς ζωῆς καὶ ἔλεγχος καὶ παιδεία, ^pr-6-23

**24** τοῦ διαφυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου  
καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας. ^pr-6-24

**25** μή σε νικήσῃ κάλλους ἐπιθυμία,  
μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς,  
μηδέ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων. ^pr-6-25

**26** τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου,  
γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει. ^pr-6-26

**27** ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δέ ἱμάτια οὐ κατακαύσει; ^pr-6-27

**28** ἢ περιπατήσει τις ἐπʼ ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ  
κατακαύσει ^pr-6-28

**29** οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον·  
οὐκ ἀθῳωθήσεται, οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς. ^pr-6-29

**30** οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων,  
κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν πεινῶν· ^pr-6-30

**31** ἐὰν δὲ ἁλῷ, ἀποτίσει ἑπταπλάσια,  
καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς ῥύσεται ἑαυτόν· ^pr-6-31

**32** ὁ δὲ μοιχὸς δι᾿ ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ψυχῇ αὐτοῦ  
περιποιεῖται, ^pr-6-32

**33** ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει·  
τὸ δὲ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα. ^pr-6-33

**34** μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς,  
οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως· ^pr-6-34

**35** οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν,  
οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων. ^pr-6-35

## Capítulo 7

**1** Υἱέ, φύλασσε ἐμοὺς λόγους,  
τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ· ^pr-7-1

**1a** aυἱέ, τίμα τὸν κύριον καὶ ἰσχύσεις,  
πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον. ^pr-7-1a

**2** φύλαξον ἐμὰς ἐντολὰς καὶ βιώσεις,  
τοὺς δὲ ἐμοὺς λόγους ὥσπερ κόρας ὀμμάτων· ^pr-7-2

**3** περίθου δὲ αὐτοὺς σοῖς δακτύλοις,  
ἐπίγραψον δὲ ἐπὶ τὸ πλάτος τῆς καρδίας σου. ^pr-7-3

**4** εἰπὸν τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι,  
τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ, ^pr-7-4

**5** ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς,  
ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάληται. ^pr-7-5

**6** ἀπὸ γὰρ θυρίδος ἐκ τοῦ οἴκου αὐτῆς εἰς τὰς πλατείας  
παρακύπτουσα, ^pr-7-6

**7** ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν, ^pr-7-7

**8** παραπορευόμενον παρὰ γωνίαν ἐν διόδοις οἴκων αὐτῆς  
καὶ λαλοῦντα ^pr-7-8

**9** ἐν σκότει ἑσπερινῷ, ^pr-7-9

**10** ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ, εἶδος ἔχουσα πορνικόν.  
ἡνίκα ἂν ἡσυχία νυκτερινὴ καὶ γνοφώδης,  
ἣ ποιεῖ νέων ἐξίπτασθαι καρδίας. ^pr-7-10

**11** ἀνεπτερωμένη δέ ἐστιν καὶ ἄσωτος,  
ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς· ^pr-7-11

**12** χρόνον γὰρ τινα ἔξω ῥέμβεται,  
χρόνον δὲ ἐν πλατείαις παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει. ^pr-7-12

**13** εἶτα ἐπιλαβομένη ἐφίλησεν αὐτόν,  
ἀναιδεῖ δὲ προσώπῳ προσεῖπεν αὐτῷ ^pr-7-13

**14** Θυσία εἰρηνική μοί ἐστιν·  
σήμερον ἀποδίδωμι τὰς εὐχάς μου· ^pr-7-14

**15** ἕνεκα τούτου ἐξῆλθον εἰς ὑπάντησίν σοι,  
ποθοῦσα τὸ σὸν πρόσωπον, εὕρηκά σε. ^pr-7-15

**16** κειρία τέτακα τὴν κλίνην μου,  
ἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπʼ Αἰγύπτου· ^pr-7-16

**17** διέρραγκα τὴν κοίτην μου κρόκῳ,  
ἐλθὲ καὶ ἀπολαύσωμεν φίλας ἔρωτι. ὄρθρου,  
τὸν δὲ οἶκόν μου κινναμώμῳ  
δεῦρο καὶ ἐνκυλισθῶμεν ἔρωτι. ^pr-7-17

**19** οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκῳ,  
πεπόρευται δὲ ὁδὸν μακράν, ^pr-7-19

**20** ἔνδεσμον ἀργυρίου λαβὼν ἐν χειρὶ αὐτοῦ,  
δἰ ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ. ^pr-7-20

**21** ἀπεπλάνησεν δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ,  
βρόχοις τε τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν· ^pr-7-21

**22** ὁ δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς,  
ὥσπερ δὲ βοῦς ἐπὶ σφαγὴν ἄγεται,  
καὶ ὥσπερ κύων ἐπὶ δεσμούς, ^pr-7-22

**23** ἡ ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ·  
σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα,  
οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει. ^pr-7-23

**24** νῦν οὗν, υἱέ, ἄκουέ μου, καὶ πρόσεχε ῥήμασιν στόματός μου. ^pr-7-24

**25** μὴ ἐκκλινάτω εἰς τὰς ὁδοὺς αὐτῆς ἡ καρδία σου· ^pr-7-25

**26** πολλοὺς γὰρ τρώσασα καταβέβληκεν,  
καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν· ^pr-7-26

**27** ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς.  
κατάγουσαι εἰς τὰ ταμεῖα τοῦ θανάτου. ^pr-7-27

## Capítulo 8

**1** Σὺ τὴν σοφίαν κηρύξεις, ἵνα φρόνησίς σοι ὑπακούσῃ. ^pr-8-1

**2** ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστιν,  
ἀνὰ μέσον δὲ τῶν τρίβων ἕστηκεν· ^pr-8-2

**3** παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει,  
ἐν δὲ εἰσόδοις ὑμνεῖται ^pr-8-3

**4** Ὑμᾶς, ὦ ἄνθρωποι, παρακαλῶ,  
καὶ προίεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. ^pr-8-4

**5** νοήσατε, ἄκακοι, πανουργίαν,  
οἱ δὲ ἀπαίδευτοι, ἔνθεσθε καρδίαν. ^pr-8-5

**6** εἰσακούσατέ μου· σεμνὰ γὰρ ἐρῶ,  
καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά. ^pr-8-6

**7** ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου,  
ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ· ^pr-8-7

**8** μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου,  
οὐδὲν ἐν αὐτοῖς σκολιὸν οὐδὲ στραγγαλῶδες· ^pr-8-8

**9** πάντα ἐνώπια τοῖς συνιοῦσιν, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι  
γνῶσιν. ^pr-8-9

**10** λάβετε παιδείαν καὶ μὴ ἀργύριον,  
καὶ γνῶσιν ὑπέρ χρυσίον δεδοκιμασμένον· ^pr-8-10

**11** κρείσσων γὰρ σοφία λίθων πολυτελῶν,  
ᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. ^pr-8-11

**12** ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν,  
καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην·  
κρείσσων γὰρ σοφία λίθων πολυτελῶν. ^pr-8-12

**13** φόβος Κυρίου μισεῖ ἀδικίαν,  
ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν·  
μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. ^pr-8-13

**14** ἐμὴ βουλὴ καὶ ἀσφάλεια,  
ἐμὴ φρόνησις. ἐμὴ δὲ ἰσχύς· ^pr-8-14

**15** δἰ ἐμοῦ βασιλεῖς βασιλεύουσιν,  
καὶ οἱ δυνάσται γράφουσιν δικαιοσύνην· ^pr-8-15

**16** εἰ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται,  
καὶ τύραννοι δἰ ἐμοῦ κρατοῦσι γῆς ^pr-8-16

**17** ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ,  
οἱ δὲ ἐμέ ζητοῦντες εὑρήσουσιν. ^pr-8-17

**18** πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει,  
καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη. ^pr-8-18

**19** βέλτιον ἐμέ καρπίζεσθαι ὑπέρ χρυσίον καὶ λίθον τίμιον.  
τὰ δὲ ἐμὰ γενήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ. ^pr-8-19

**20** ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ,  
καὶ ἀνὰ μέσον τρίβων δικαιώματος ἀναστρέφομαι, ^pr-8-20

**21** ἵνα μερίσω τοῖς ἐμέ ἀγαπῶσιν ὕπαρξιν,  
καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν. ^pr-8-21

**21a** aἐὰν ἀναγγείλω ὑμῖν τὰ καθʼ ἡμέραν γινόμενα.  
μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. ^pr-8-21a

**22** Κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, ^pr-8-22

**23** πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με ἐν ἀρχῇ, ^pr-8-23

**24** πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι,  
πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, ^pr-8-24

**25** πρὸ τοῦ ὄρη ἑδρασθῆναι,  
πρὸ δέ πάντων βουνῶν γεννᾶ με. ^pr-8-25

**26** Κύριος ἐποίησεν χώρας καὶ ἀοικήτους  
καὶ ἄκρα οἰκούμενα τῆς ὑπʼ οὐρανῶν. ^pr-8-26

**27** ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συνπαρήμην αὐτῴ,  
καὶ ὅτε ἀφώριζεν τὸν ἑαυτοῦ θρόνον ἐπʼ ἀνέμων· ^pr-8-27

**28** καὶ ὡς ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη,  
καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπʼ οὐρανόν, ^pr-8-28

**29** καὶ ὡς ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ^pr-8-29

**30** ἤμην παρʼ αὐτῷ ἁρμόζουσα·  
ἐγὼ ἤμην ᾗ προσέχαιρεν.  
καθʼ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ  
καιρῷ, ^pr-8-30

**31** ὅτε ἐνευφραίνετο τὴν οἰκουμένην συντελέσας,  
καὶ εὐφραίνετο ἐν υἱοῖς ἀνθρώπων. ^pr-8-31

**32** νῦν οὗν, υἱέ, ἄκουέ μου. ^pr-8-32

**34** μακάριος ἀνὴρ ὃς εἰσακούσεταί μου,  
καὶ ἄνθρωπος ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει.  
ἀγρυπνῶν ἐπʼ ἐμαῖς θύραις καθʼ ἡμέραν,  
τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων. ^pr-8-34

**35** αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς,  
καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. ^pr-8-35

**36** οἱ δὲ εἰς ἐμέ ἁμαρτάνοντες ἀσεβοῦσιν τὰς ἑαυτῶν ψυχάς.  
καὶ οἱ μισοῦντές με ἀγαπῶσιν θάνατον. ^pr-8-36

## Capítulo 9

**1** Ἡ σοφία οἰκοδόμησεν ἑαυτῇ οἶκον,  
καὶ ὑπήρεισεν στύλους ἑπτά· ^pr-9-1

**2** ἔσφαξεν τὰ ἑαυτῆς θύματα,  
ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον,  
καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν· ^pr-9-2

**3** ἀπέστειλεν τοὺς ἑαυτῆς δούλους,  
συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα ^pr-9-3

**4** Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς μέ·  
καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν ^pr-9-4

**5** Ἔλθατε, φάγετε τῶν ἐμῶν ἄρτων,  
καὶ πίετε οἶνον ὃν ἐκέρασα ὑμῖν· ^pr-9-5

**6** ἀπολείπετε ἀφροσύνην, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε,  
καὶ ζητήσατε φρόνησιν,  
καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν. ^pr-9-6

**7** Ὁ παιδεύων κακοὺς λήμψεται ἑαυτῷ ἀτιμίαν·  
ἐλέγχων δὲ τὸν ἀσεβῆ μωμήσεται ἑαυτόν. ^pr-9-7

**8** μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισῶσίν σε·  
ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. ^pr-9-8

**9** δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται·  
γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. ^pr-9-9

**10** ἀρχὴ σοφίας φόβος Κυρίου,  
καὶ βουλὴ ἁγίων σύνεσις·  
τὸ γὰρ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς. ^pr-9-10

**11** τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον,  
καὶ προστεθήσεταί σοι ἔτη ζωῆς σου. ^pr-9-11

**12** υἱέ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τοῖς πλησίον·  
ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἂν ἀντλήσεις κακά. ^pr-9-12

**12a** aὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμαίνει ἀνέμους.  
ὁ δʼ αὐτὸς διώξεται ὄρνεα πετόμενα· ^pr-9-12a

**12b** ᵇἀπέλιπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος,  
τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται· ^pr-9-12b

**12c** διαπορεύεται δὲ δἱ ἀνύδρου ἐρήμου  
καὶ γῆν διατεταγμένην ἐν διψώδεσιν,  
συνάγει δέ χερσὶν ἀκαρπίαν. ^pr-9-12c

**13** Γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται,  
ἣ οὐκ ἐπίσταται αἰσχύνην· ^pr-9-13

**14** ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου ἐπὶ δίφρου,  
ἐμφανῶς ἐν πλατείαις ^pr-9-14

**15** προσκαλουμένη τοὺς παριόντας  
καὶ κατευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν ^pr-9-15

**16** Ὅs ἐστιν ὑμῶν ἀφρονέστατος, ἐκκλινάτω πρὸς μέ·  
ἐνδεέσι δέ φρονήσεως παρακελεύομαι λέγουσα ^pr-9-16

**17** Ἄρτων κρυφίων ἡδέως ἅψασθε,  
καὶ ὕδατος κλοπῆς γλυκεροῦ. ^pr-9-17

**18** ό δὲ οὐκ οἶδεν ὅτι γηγενεῖς παρʼ αὐτῇ ὄλλυνται,  
καὶ ἐπὶ πέτευρον ἅδου συναντᾷ. ^pr-9-18

**18a** aἀλλὰ ἀποπήδησον, μὴ χρονίσῃς ἐν τῷ τόπῳ,  
αηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτὴν·  
οὕτως γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον· ^pr-9-18a

**18b** ᵇἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου,  
καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίης. ^pr-9-18b

**18c** cἵνᾷ πολὺν ζήσῃς χρόνον,  
προστεθῇ δέ σοι ἔτη ζωῆς. ^pr-9-18c

## Capítulo 10

**1** Υἱὸς σοφὸς εὐφραίνει πατέρα,  
υἱὸς δὲ ἄφρων λύπη τῇ μητρί ^pr-10-1

**2** οὐκ ὠφελήσουσιν θησαυροὶ ἀνόμους,  
δικαιοσύνη δὲ ῥύσεται ἐκ θανάτου. ^pr-10-2

**3** οὐ λιμοκτονήσει Κύριος ψυχὴν δικαίαν,  
ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει. ^pr-10-3

**4** πενία ἄνδρα ταπεινοῖ,  
χεῖρες δὲ ἀνδρείων πλουτίζουσιν. ^pr-10-4

**4a** aυἱὸς πεπαιδευμένος σοφὸς ἔσται,  
τῷ δὲ ἄφρονι διακόνῳ χρήσεται. ^pr-10-4a

**5** διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων,  
ἀνεμόφθορος δὲ γίνεται ἐν ἀμήτῳ υἱὸς παράνομος. ^pr-10-5

**6** εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου,  
στόμα δὲ ἀσεβῶν καλύψει πένθος ἄωρον. ^pr-10-6

**7** μνήμη δικαίων μετʼ ἐγκωμίων,  
ὄνομα δὲ ἀσεβοῦς σβέννυται. ^pr-10-7

**8** σοφὸς καρδίᾳ δέξεται ἐντολάς,  
ὁ δὲ ἄστεγος χείλεσιν σκολιάζων ὑποσκελισθήσεται. ^pr-10-8

**9** ὃς πορεύεται ἁπλῶς, πορεύεται πεποιθώς·  
ὁ δὲ διαστρέφων τὰς ὁδοὺς αὐτοῦ γνωσθήσεται. ^pr-10-9

**10** ὁ ἐννεύων ὀφθαλμοῖς μετὰ δόλου συνάγει ἀνδράσι λύπας,  
ὁ δὲ ἐλέγχων μετὰ παρρησίας εἰρηνοποιεῖ. ^pr-10-10

**11** πηγὴ ζωῆς ἐν χειρὶ δικαίου,  
στόμα δὲ ἀσεβοῦς καλύψει ἀπώλεια. ^pr-10-11

**12** μῖσος ἐγείρει νεῖκος,  
πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία· ^pr-10-12

**13** ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον. ^pr-10-13

**14** σοφοὶ κρύψουσιν αἴσθησιν,  
στόμα δὲ προπετοῦς ἐγγίζει συντριβῇ. ^pr-10-14

**15** κτῆσις πλουσίων πόλις ὀχυρά,  
συντριβὴ δὲ ἀσεβῶν πενία. ^pr-10-15

**16** ἔργα δικαίων ζωὴν ποιεῖ,  
καρποὶ δὲ ἀσεβῶν ἁμαρτίας. ^pr-10-16

**17** ὁδοὺς δικαίας ζωῆς φυλάσσει παιδεία,  
παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται. ^pr-10-17

**18** καλύπτουσιν ἔχθραν χείλη δίκαια,  
οἱ δὲ ἐκφέροντες λοιδορίας ἀφρονέστατοί εἰσιν. ^pr-10-18

**19** ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν,  
φειδόμενος δὲ χειλέων νοήμων ἔσῃ. ^pr-10-19

**20** ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου,  
καρδία δὲ ἀσεβοῦς ἐκλείψει. ^pr-10-20

**21** χείλη δικαίων ἐπίσταται ὑψηλά,  
οἱ δὲ ἄφρονες ἐν ἐνδείᾳ τελευτῶσιν. ^pr-10-21

**22** εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου·  
αὕτη πλουτίζει, καὶ οὐ μὴ προστεθῇ αὐτῇ λύπη ἐν καρδίᾳ. ^pr-10-22

**23** ἐν γέλωτι ἄφρων πράσσει κακά,  
ἡ δὲ σοφία ἀνδρὶ τίκτει φρόνησιν. ^pr-10-23

**24** ἐν ἀπωλείᾳ ἀσεβὴς περιφέρεται,  
ἐπιθυμία δὲ δικαίου δεκτή. ^pr-10-24

**25** παραπορευομένης καταιγίδος ἀφανίζεται ἀσεβής,  
δίκαιος δὲ ἐκκλίνας σώζεται εἰς τὸν αἰῶνα. ^pr-10-25

**26** ὥσπερ ὄμφαξ ὀδοῦσι βλαβερὸν καὶ καπνὸς ὄμμασιν,  
οὕτως παρανομία τοῖς χρωμένοις αὐτὴν. ^pr-10-26

**27** φόβος Κυρίου προστίθησιν ἡμέρας,  
ἔτη δὲ ἀσεβῶν ὀλιγωθήσεται. ^pr-10-27

**28** ἐνχρονίζει δικαίοις εὐφροσύνη,  
ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται. ^pr-10-28

**29** ὀχύρωμα ὁσίου φόβος Κυρίου,  
συντριβὴ δὲ τοῖς ἐργαζομένοις κακά. ^pr-10-29

**30** δίκαιος τὸν αἰῶνα οὐκ ἐνδώσει,  
ἀσεβεῖς δὲ οὐκ οἰκήσουσιν γῆν. ^pr-10-30

**31** στόμα δικαίου ἀποστάζει σοφίαν,  
γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. ^pr-10-31

**32** χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας,  
στόμα δὲ ἀσεβῶν ἀποστρέφεται. ^pr-10-32

## Capítulo 11

**1** ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου,  
στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. ^pr-11-1

**2** οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία·  
στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. ^pr-11-2

**3** ἀποθανὼν δίκαιος ἔλιπεν μετάμελον,  
πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. ^pr-11-3

**5** δικαιοσύνη ἀμώμους ὀρθοτομεῖ ὁδούς,  
ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. ^pr-11-5

**6** δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύεται αὐτούς,  
τῇ δὲ ἀπωλείᾳ αὐτῶν ἁλίσκονται παράνομοι. ^pr-11-6

**7** τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται ἐλπίς,  
τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. ^pr-11-7

**8** δίκαιος ἐκ θήρας ἐκδύνει,  
ἀντʼ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. ^pr-11-8

**9** ἐν στόματι ἀσεβῶν παγὶς πολίταις,  
αἴσθησις δὲ δικαίων εὔοδος. ^pr-11-9

**10** ἐν ἀγαθοῖς δικαίων κατώρθωσεν πόλις, ^pr-11-10

**11** στόμασιν δὲ ἀσεβῶν κατεσκάφη. ^pr-11-11

**12** μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν,  
ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει. ^pr-11-12

**13** ἀνὴρ δίγλωσσος ἀποκαλύπτει βουλὰς ἐν συνεδρίῳ,  
πιστὸς δὲ πνοῇ κρύπτει πράγματα. ^pr-11-13

**14** οἷς μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα,  
σωτηρία δὲ ὑπάρχει ἐν πολλῇ βουλῇ. ^pr-11-14

**15** πονηρὸς κακοποιεῖ ὅταν συνμίξῃ δικαίῳ,  
μισεῖ δὲ ἦχον ἀσφαλείας. ^pr-11-15

**16** γυνὴ εὐχάριστος ἐγείρει ἀνδρὶ δόξαν,  
θρόνος δὲ ἀτιμίας γυνὴ μισοῦσα δίκαια.  
πλούτου ὀκνηροὶ ἐνδεεῖς γίνονται,  
οἱ δὲ ἀνδρεῖοι ἐρείδονται πλούτῳ. ^pr-11-16

**17** τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ποιεῖ ἀνὴρ ἐλεήμων,  
ἐξολλύει δὲ αὐτοῦ σῶμα ὁ ἀνελεήμων. ^pr-11-17

**18** ἀσεβὴς ποιεῖ ἔργα ἄδικα,  
σπέρμα δὲ δικαίων μισθὸς ἀληθείας. ^pr-11-18

**19** υἱὸς δίκαιος γεννᾶται εἰς ζωήν,  
διωγμὸς δὲ ἀσεβοῦς εἰς θάνατον. ^pr-11-19

**20** βδέλυγμα Κυρίῳ διεστραμμέναι ὁδοί,  
προσδεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ταῖς ὁδοῖς αὐτῶν. ^pr-11-20

**21** χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀτιμώρητος ἔσται,  
ὁ δὲ σπείρων δικαιοσύνην λήμψεται μισθὸν πιστόν. ^pr-11-21

**22** ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑός,  
οὕτως γυναικὶ κακόφρονι κάλλος. ^pr-11-22

**23** ἐπιθυμία δικαίων πᾶσα ἀγαθή,  
ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται. ^pr-11-23

**24** εἰσὶν οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν·  
εἰσὶν καὶ οἳ συνάγοντες ἐλαττονοῦνται. ^pr-11-24

**25** ψυχὴ εὐλογουμένη πᾶσα ἁπλῆ,  
ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων. ^pr-11-25

**26** ὁ συνέχων σῖτον, ὑπολίποιτο αὐτὸν τοῖς ἔθνεσιν·  
εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος. ^pr-11-26

**27** τεκταινόμενος ἀγαθὰ ζητεῖ χάριν ἀγαθήν,  
ἐκζητοῦντα δὲ κακὰ καταλήμψεται αὐτόν. ^pr-11-27

**28** ὁ πεποιθὼς ἐπὶ πλούτῳ, οὗτος πεσεῖται,  
ὁ δὲ ἀντιλαμβανόμενος δικαίων, οὗτος ἀνατελεῖ. ^pr-11-28

**29** ὁ μὴ συνπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ κληρονομήσει ἄνεμον,  
δουλεύσει δὲ ἄφρων φρονίμῳ. ^pr-11-29

**30** ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς,  
ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμαων. ^pr-11-30

**31** εἰ ὁ μὲν δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ  
φανεῖται; ^pr-11-31

## Capítulo 12

**1** ὁ ἀγαπῶν παιδείαν ἀγαπᾷ αἴσθησιν,  
ὁ δὲ μισῶν ἐλέγχους ἄφρων. ^pr-12-1

**2** κρείσσων ὁ εὑρὼν χάριν παρὰ Κυρίῳ,  
ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται. ^pr-12-2

**3** οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου,  
αἱ δὲ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται. ^pr-12-3

**4** γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς·  
ὥσπερ δὲ ἐν ξύλῳ σκώληξ, οὕτως ἄνδρα ἀπόλλυσιν γυνὴ  
κακοποιός. ^pr-12-4

**5** λογισμοὶ δικαίων κρίματα,  
κυβερνῶσιν δὲ ἀσεβεῖς δόλους. ^pr-12-5

**6** λόγοι ἀσεβῶν δόλιοι,  
στόμα δὲ ὀρθῶν ῥύσεται αὐτούς. ^pr-12-6

**7** οὗ ἐὰν στραφῇ, ἀσεβὴς ἀφανίζεται,  
οἶκοι δὲ δικαίων παραμένουσιν. ^pr-12-7

**8** στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρός,  
νωθροκάρδιος δὲ μυκτηρίζεται. ^pr-12-8

**9** κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ,  
ἢ τιμὴν ἑαυτῷ περιτιθεὶς καὶ προσδεόμενος ἄρτου. ^pr-12-9

**10** δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ.  
τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα. ^pr-12-10

**11** ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν ἐμπλησθήσεται ἄρτων.  
οἱ δὲ διώκοντες μάταια ἐνδεεῖς φρενῶν. ^pr-12-11

**11a** a ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς,  
ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασιν καταλείψει ἀτιμίαν. ^pr-12-11a

**12** ἐπιθυμίαι ἀσεβῶν κακαί,  
αἱ δὲ ῥίζαι τῶν εὐσεβῶν ἐν ὀχυρώμασιν. ^pr-12-12

**13** δι᾿ ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός,  
ἐκφεύγει δὲ ἐξ αὐτῶν δίκαιος. ^pr-12-13

**13a** a ὁ βλέπων λεῖα ἐλεηθήσεται,  
ὁ δὲ συναντῶν ἐν πύλαις ἐκθλίψει ψυχάς. ^pr-12-13a

**14** ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν,  
ἀνταπόδομα δὲ χειλέων αὐτοῦ δοθήσεται αὐτῷ. ^pr-12-14

**15** ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν,  
εἰσακούει δὲ συμβουλίας σοφός. ^pr-12-15

**16** ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ,  
κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν πανοῦργος. ^pr-12-16

**17** ἐπιδεικνυμένην πίστιν ἀπαγγέλλει δίκαιος,  
ὁ δὲ μάρτυς τῶν ἀδίκων δόλιος. ^pr-12-17

**18** εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν μάχαιραι,  
γλῶσσαι δὲ σοφῶν ἰῶνται. ^pr-12-18

**19** χείλη ἀληθινὰ κατορθοῖ μαρτυρίαν,  
μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον. ^pr-12-19

**20** δόλος ἐν καρδίᾳ τεκταινομένου κακά,  
οἱ δὲ βουλόμενοι εἰρήνην εὐφρανθήσονται. ^pr-12-20

**21** οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον,  
οἱ δὲ ἀσεβεῖς πλησθήσονται κακῶν. ^pr-12-21

**22** βδέλυγμα Κυρίῳ χείλη ψευδῆ,  
ὁ δὲ ποιῶν πίστεις δεκτὸς παρʼ αὐτῷ. ^pr-12-22

**23** ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως,  
καρδία δὲ ἀφρόνων συναντήσεται ἀραῖς. ^pr-12-23

**24** χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς,  
δόλιοι δὲ ἔσονται ἐν προνομῇ. ^pr-12-24

**25** φοβερὸς λόγος καρδίαν ταράσσει ἀνδρὸς δικαίου,  
ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν. ^pr-12-25

**26** ἐπιγνώμων δίκαιος ἑαυτοῦ φίλος ἔσται,  
ἁμαρτάνοντας δὲ καταδιώξεται κακά,  
ἡ δὲ ὁδὸς τῶν ἀσεβῶν πλανήσει αὐτούς. ^pr-12-26

**27** οὐκ ἐπιτεύξεται δόλιος θήρας,  
κτῆμα δὲ τίμιον ἀνὴρ καθαρός. ^pr-12-27

**28** ἐν ὁδοῖς δικαιοσύνης ζωή,  
ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον. ^pr-12-28

## Capítulo 13

**1** Υἱὸς πανοῦργος ὑπήκοος πατρί,  
υἱὸς δὲ ἀνήκοος ἐν ἀπωλείᾳ. ^pr-13-1

**2** ἀπὸ καρπῶν δικαιοσύνης φάγεται ἀγαθός,  
ψυχαὶ δὲ παρανόμων ὀλοῦνται ἄωροι. ^pr-13-2

**3** ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα τηρεῖ τὴν ἑαυτοῦ ψυχήν,  
ὁ δὲ προπετὴς χείλεσιν πτοήσει ἑαυτόν. ^pr-13-3

**4** ἐν ἐπιθυμίαις ἐστιν πᾶς ἀεργός,  
χεῖρες δὲ ἀνδρείων ἐν ἐπιμελείᾳ. ^pr-13-4

**5** λόγον ἄδικον μισεῖ δίκαιος,  
ἀσεβὴς δὲ αἰσχύνεται καὶ οὐχ ἕξει παρρησίαν. ^pr-13-5

**7** εἰσὶν οἱ πλουτίζοντες ἑαυτοὺς μηδὲν ἔχοντες,  
καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ. ^pr-13-7

**8** λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος,  
πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν. ^pr-13-8

**9** φῶς δικαίοις διὰ παντός.  
φῶς δὲ ἀσεβῶν σβέννυται. ^pr-13-9

**9a** a ψυχαὶ δόλιαι πλανῶνται ἐν ἁμαρτίαις,  
δίκαιοι δὲ οἰκτείρουσιν καὶ ἐλεῶσιν. ^pr-13-9a

**10** κακὸς μεθʼ ὕβρεως πράσσει κακά,  
οἱ δὲ ἑαυτῶν ἐπιγνώμονες σοφοί. ^pr-13-10

**11** ὕπαρξις ἐπισπουδαζομένη μετὰ ἀνομίας ἐλάσσων γίνεται,  
ὁ δὲ συνάγων ἑαυτῷ μετʼ εὐσεβείας πληθυνθήσεται·  
δίκαιος οἰκτείρει καὶ κιχρᾷ. ^pr-13-11

**12** κρείσσων ἐναρχομένοις βοηθῶν καρδίᾳ  
τοῦ ἐπαγγελλομένου καὶ εἰς ἐλπίδα ἄγοντος·  
δένδρον γὰρ ζωῆς ἐπιθυμία ἀγαθή. ^pr-13-12

**13** ὃς καταφρονεῖ πράγματος, καταφρονηθήσεται ὑπʼ αὐτοῦ·  
ὁ δὲ φοβούμενος ἐντολήν, οὗτος ὑγιαίνει. ^pr-13-13

**13a** a υἱῷ δολίῳ οὐδὲν ἔσται ἀγαθόν·  
οἰκέτῃ δὲ σοφῷ εὔοδοι ἔσονται πράξεις,  
καὶ κατευθυνθήσεται ἡ ὁδὸς αὐτοῦ. ^pr-13-13a

**14** νόμος σοφοῦ πηγὴ ζωῆς,  
ὁ δὲ ἄνους ὑπὸ παγίδος θανεῖται. ^pr-13-14

**15** σύνεσις ἀγαθὴ δίδωσιν χάριν,  
τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς,  
ὁδοὶ δὲ καταφρονούντων ἐν ἀπωλείᾳ. ^pr-13-15

**16** πᾶς πανοῦργος πράσσει μετὰ γνώσεως,  
ὁ δὲ ἄφρων ἐξεπέτασεν ἑαυτοῦ κακίαν. ^pr-13-16

**17** βασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακά,  
ἄγγελος δὲ σοφὸς ῥύσεται αὐτόν. ^pr-13-17

**18** πενίαν καὶ ἀτιμίαν ἀφαιρεῖται παιδεία,  
ὁ δὲ φυλάσσων ἐλέγχους δοξασθήσεται. ^pr-13-18

**19** ἐπιθυμίαι εὐσεβῶν ἡδύνουσιν ψυχήν,  
ἔργα δὲ ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως. ^pr-13-19

**20** συμπορευόμενος σοφοῖς σοφὸς ἔσῃ,  
ὁ δὲ συμπορευόμενος ἄφροσι γνωσθήσεται. ^pr-13-20

**21** ἁμαρτάνοντας καταδιώξεται κακά,  
τοὺς δὲ δικαίους καταλήμψεται ἀγαθά. ^pr-13-21

**22** ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν,  
θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβῶν. ^pr-13-22

**23** δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά,  
ἄδικοι δὲ ἀπολοῦνται συντόμως. ^pr-13-23

**24** ὃς φείδεται τῆς βακτηρίας, μισεῖ τὸν υἱὸν αὐτοῦ,  
ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει. ^pr-13-24

**25** δίκαιος ἔσθων ἐμπιπλᾷ τὴν ψυχὴν αὐτοῦ,  
ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς. ^pr-13-25

## Capítulo 14

**1** σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους,  
ἡ δὲ ἄφρων κατέσκαψεν ταῖς χερσὶν αὐτῆς. ^pr-14-1

**2** ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν κύριον,  
ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται. ^pr-14-2

**3** ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως,  
χείλη δὲ σοφῶν φυλάσσει αὐτούς. ^pr-14-3

**4** οὗ μή εἰσιν βόες, φάτναι καθαραί·  
οὗ δὲ πολλὰ γενήματα, φανερὰ βοὸς ἰσχύς. ^pr-14-4

**5** μάρτυς πιστὸς οὐ ψεύδεται,  
ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος. ^pr-14-5

**6** ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις,  
αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής. ^pr-14-6

**7** πάντα ἐναντία ἀνδρὶ ἄφρονι,  
ὅπλα δὲ αἰσθήσεως χείλη σοφά. ^pr-14-7

**8** σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν,  
ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ. ^pr-14-8

**9** οἰκίαι παρανόμων ὀφειλήσουσιν καθαρισμόν,  
οἰκίαι δὲ δικαίων δεκταί. ^pr-14-9

**10** καρδία ἀνδρὸς αἰσθητική, λυπηρὰ ψυχὴ αὐτοῦ·  
ὅταν δὲ εὐφραίνηται, οὐκ ἐπιμίγνυται ὕβρει. ^pr-14-10

**11** οἰκίαι ἀσεβῶν ἀφανισθήσονται,  
σκηναὶ δὲ κατορθούντων στήσονται. ^pr-14-11

**12** ἔστιν ὁδὸς ἣ δοκεῖ παρὰ ἀνθρώποις ὀρθὴ εἶναι,  
τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾅδου. ^pr-14-12

**13** ἐν εὐφροσύναις οὐ προσμίγνυται λύπη,  
τελευταία δὲ χαρὰ εἰς πένθος ἔρχεται. ^pr-14-13

**14** τῶν ἑαυτοῦ ὁδῶν πλησθήσεται θρασυκάρδιος,  
ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός. ^pr-14-14

**15** ἄκακος πιστεύει παντὶ λόγῳ,  
πανοῦργος δὲ ἔρχεται εἰς μετάνοιαν. ^pr-14-15

**16** σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ,  
ὁ δὲ ἄφρων ἑαυτῷ πεποιθὼς μίγνυται ἀνόμῳ. ^pr-14-16

**17** ὀξύθυμος πράσσει μετὰ ἀβουλίας,  
ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει. ^pr-14-17

**18** μεριοῦνται ἄφρονες κακίαν,  
οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως. ^pr-14-18

**19** ὀλισθήσουσιν κακοὶ ἔναντι ἀγαθῶν,  
καὶ ἀσεβεῖς θεραπεύσουσιν θύρας δικαίων. ^pr-14-19

**20** φίλοι μισήσουσιν φίλους πτωχούς,  
φίλοι δὲ πλουσίων πολλοί. ^pr-14-20

**21** ὁ ἀτιμάζων πένητας ἁμαρτάνει,  
ἐλεῶν δὲ πτωχοὺς μακαριστός. ^pr-14-21

**22** πλανώμενοι τεκταίνουσι κακά,  
ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί·  
οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν,  
ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοῖς. ^pr-14-22

**23** ἐν παντὶ μεριμνῶντι ἔνεστιν περισσόν,  
ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται. ^pr-14-23

**24** στέφανος σοφῶν πανοῦργος.  
ἡ δὲ διατριβὴ ἀφρόνων κακή. ^pr-14-24

**25** ῥύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός,  
ἐκκαίει δὲ ψευδῆ δόλιος. ^pr-14-25

**26** ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος.  
τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα. ^pr-14-26

**27** πρόσταγμα Κυρίου πηγὴ ζωῆς,  
ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου. ^pr-14-27

**28** ἐν πολλῷ ἔθνει δόξα βασιλέως.  
ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου. ^pr-14-28

**29** μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει,  
ὁ δὲ ὀλιγόψυχος ἰσχυρὸς ἄφρων. ^pr-14-29

**30** πρᾳύθυμος ἀνὴρ καρδίας ἰατρός,  
σὴς δὲ ὀστέων καρδία αἰσθητική. ^pr-14-30

**31** ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν,  
ὁ δὲ τιμῶν αὐτὸν ἐλεᾷ πτωχόν. ^pr-14-31

**32** ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής,  
ὁ δὲ πεποιθὼς τῇ ἑαυτοῦ ὁσιότητι δίκαιος. ^pr-14-32

**33** ἐν καρδίᾳ ἀγαθῇ ἀνδρὸς σοφία,  
ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται. ^pr-14-33

**34** δικαιοσύνη ὑψοῖ ἔθνος,  
ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαι. ^pr-14-34

**35** δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων,  
τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν. ^pr-14-35

## Capítulo 15

**1** ὀργὴ ἀπόλλυσιν καὶ φρονίμους,  
ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμόν,  
λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς. ^pr-15-1

**2** γλῶσσα σοφῶν καλὰ ἐπίσταται,  
στόμα δὲ ἀφρόνων ἀναγγελεῖ κακά. ^pr-15-2

**3** ἐν παντὶ τόπῳ ὀφθαλμοὶ Κυρίου·  
σκοπεύουσιν κακούς τε καὶ ἀγαθούς. ^pr-15-3

**4** ἴασις γλώσσης δένδρον ζωῆς,  
ὁ δὲ συντηρῶν αὐτὴν πλησθήσεται πνεύματος. ^pr-15-4

**5** ἄφρων μυκτηρίζει παιδίαν πατρός,  
ὁ δὲ φυλάσσων ἐντολὰς πανουργότερος. ^pr-15-5

**6** ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή,  
οἱ δὲ ἀσεβεῖς ὁλόριζοι ἐκ γῆς ἀπολοῦνται·  
οἴκοις δικαίων ἰσχὺς πολλή,  
καρποὶ δὲ ἀσεβῶν ἀπολοῦνται. ^pr-15-6

**7** χείλη σοφῶν δέδεται αἰσθήσει,  
καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς. ^pr-15-7

**8** θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ,  
εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρʼ αὐτῷ. ^pr-15-8

**9** βδέλυγμα Κυρίῳ ὁδοὶ ἀσεβοῦς,  
διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ. ^pr-15-9

**10** παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων,  
οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς. ^pr-15-10

**11** ᾅδης καὶ ἀπώλεια φανερὰ παρὰ τῷ κυρίῳ,  
πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων; ^pr-15-11

**12** οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν,  
μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει. ^pr-15-12

**13** καρδίας εὐφραινομένης πρόσωπον θάλλει,  
ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει. ^pr-15-13

**14** καρδία ὀρθὴ ζητεῖ αἴσθησιν,  
στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά. ^pr-15-14

**15** πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά,  
οἱ δὲ ἀγαθοὶ ἡσυχάσουσιν διὰ παντός. ^pr-15-15

**16** κρείσσων μικρὰ μερὶς μετὰ φόβου Κυρίου  
ἢ θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας. ^pr-15-16

**17** κρείσσων ξενισμὸς μετὰ λαχάνων πρὸς φιλίαν καὶ χάριν  
ἢ παράθεσις μόσχων μετὰ ἔχθρας. ^pr-15-17

**18** ἀνὴρ θυμώδης παρασκευάζει μάχας,  
μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπρᾳύνει· ^pr-15-18

**18a** μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις,  
ὁ δὲ ἀσεβὴς ἐγείρει μᾶλλον. ^pr-15-18a

**19** ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις,  
αἱ δὲ τῶν ἀνδρείων τετριμμέναι. ^pr-15-19

**20** υἱὸς σοφὸς εὐφραίνει πατέρα,  
υἱὸς δὲ ἄφρων μυκτηρίζει μητέρα αὐτοῦ. ^pr-15-20

**21** ἀνοήτου τρίβοι ἐνδεεῖς φρενῶν,  
ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται. ^pr-15-21

**22** ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια,  
ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή. ^pr-15-22

**23** οὐ μὴ ὑπακούσῃ ὁ κακὸς αὐτῇ,  
οὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ. ^pr-15-23

**24** ὁδοὶ ζωῆς διανοήματα συνετοῦ,  
ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ. ^pr-15-24

**25** οἴκους ὑβριστῶν κατασπᾷ Κύριος,  
ἐστήρισεν δὲ ὅριον χήρας. ^pr-15-25

**26** βδέλυγμα Κυρίῳ λογισμὸς ἄδικος,  
ἁγνῶν δὲ ῥήσεις σεμναί. ^pr-15-26

**27** ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήμπτης,  
ὁ δὲ μισῶν δώρων λήμψεις σώζεται.  
(6)ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι,  
τῷ δὲ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. ^pr-15-27

**28** καρδίαι δικαίων μελετῶσιν πίστεις,  
στόμα δὲ ἀσεβῶν ἀποκρίνεται κακά.  
(7)δεκταὶ παρὰ Κυρίῳ ὁδοὶ ἀνθρώπων δικαίων,  
διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται. ^pr-15-28

**29** μακρὰν ἀπέχει ὁ θεὸς ἀπὸ ἀσεβῶν,  
εὐχαῖς δὲ δικαίων ἐπακούει.  
§(8)κρείσσων ὀλίγη λῆμψις μετὰ δικαιοσύνης  
ἢ πολλὰ γενήματα μετὰ ἀδικίας. ^pr-15-29

## Capítulo 16

**1** καρδία δὲ ἀνδρὸς λογιζέσθω δίκαια,  
ἵνα ὑπὸ τοῦ θεοῦ διορθωθῇ τὰ διαβήματα αὐτοῦ. ^pr-16-1

**2** θεωρῶν ὀφθαλμὸς καλὰ εὐφραίνει καρδίαν,  
φήμη δὲ ἀγαθὴ πιαίνει ὀστᾶ. ^pr-16-2

**3** ὃς ἀπωθεῖται παιδείαν μισεῖ ἑαυτόν,  
ὁ δὲ τηρῶν ἐλέγχους ἀγαπᾷ ψυχὴν αὐτοῦ. ^pr-16-3

**4** φόβος θεοῦ παιδεία καὶ σοφία,  
καὶ ἀρχὴ δόξης ἀποκριθήσεται αὐτῇ. ^pr-16-4

**5** πάντα τὰ ἔργα τοῦ ταπεινοῦ φανερὰ παρὰ τῷ θεῷ,  
οἱ δὲ ἀσεβεῖς ἐν ἡμέρᾳ κακῇ ὀλοῦνται. ^pr-16-5

**6** ἀκάθαρτος παρὰ θεῷ πᾶς ὑψηλοκάρδιος,  
χειρὶ δὲ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀθῳωθήσεται. ^pr-16-6

**7** ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια,  
δεκτὰ δὲ παρὰ θεῷ μᾶλλον ἢ θύειν θυσίας. ^pr-16-7

**8** ὁ ζητῶν τὸν κύριον εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης,  
οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν εὑρήσουσιν εἰρήνην. ^pr-16-8

**9** πάντα τὰ ἔργα τοῦ κυρίου μετὰ δικαιοσύνης,  
φυλάσσεται δὲ ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν. ^pr-16-9

**10** μαντεῖον ἐπὶ χείλεσιν βασιλέως,  
ἐν δὲ κρίσει οὐ μὴ πλανηθῇ τὸ στόμα αὐτοῦ. ^pr-16-10

**11** ῥοπὴ ζυγοῦ δικαιοσύνη παρὰ Κυρίῳ,  
τὰ δὲ ἔργα αὐτοῦ στάθμια δίκαια. ^pr-16-11

**12** βδέλυγμα βασιλεῖ ὁ ποιῶν κακά,  
μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς. ^pr-16-12

**13** δεκτὰ βασιλεῖ χείλη δίκαια,  
λόγους δὲ ὀρθοὺς ἀγαπᾷ. ^pr-16-13

**14** θυμὸς βασιλέως ἄγγελος θανάτου,  
ἀνὴρ δὲ σοφὸς ἐξιλάσεται αὐτόν. ^pr-16-14

**15** ἐν φωτὶ ζωῆς υἱὸς βασιλέως,  
οἱ δὲ προσδεκτοὶ αὐτῷ ὥσπερ νέφος ὄψιμον. ^pr-16-15

**16** νοσσιαὶ σοφίας αἱρετώτεραι χρυσίου,  
νοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον ^pr-16-16

**17** τρίβοι ζωῆς ἐκκλίνουσιν ἀπὸ κακῶν,  
μῆκος δὲ βίου ὁδοὶ δικαιοσύνης.  
ὁ δεχόμενος παιδείαν ἐν ἀγαθοῖς ἔσται,  
ὁ δὲ φυλάσσων ἐλέγχους σοφισθήσεται.  
ὃς φυλάσσει τὰς ἑαυτοῦ ὁδοὺς τηρεῖ τὴν ἑαυτοῦ ψυχήν,  
ἀγαπῶν δὲ ζωὴν αὐτοῦ φείσεται στόματος αὐτοῦ. ^pr-16-17

**18** πρὸ συντριβῆς ἡγεῖται ὕβρις,  
πρὸ δὲ πτώματος κακοφροσύνη. ^pr-16-18

**19** κρείσσων πρᾳύθυμος μετὰ ταπεινώσεως  
ἢ ὃς διαιρεῖται σκῦλα μετὰ ὑβριστῶν. ^pr-16-19

**20** συνετὸς ἐν πράγμασιν εὑρειὴς ἀγαθῶν,  
πεποιθὼς δὲ ἐπὶ θεῷ μακαριστός. ^pr-16-20

**21** τοὺς σοφοὺς καὶ συνετοὺς φαύλους καλοῦσιν,  
οἱ δὲ γλυκεῖς ἐν λόγῳ πλείονα ἀκούσονται. ^pr-16-21

**22** πηγὴ ζωῆς ἔννοια τοῖς κεκτημένοις,  
παιδεία δὲ ἀφρόνων κακή. ^pr-16-22

**23** καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος,  
ἐπὶ δὲ χείλεσιν φορέσει ἐπιγνωμοσύνην. ^pr-16-23

**24** κηρία μέλιτος λόγοι καλοί,  
γλύκασμα δὲ αὐτοῦ ἴασις ψυχῆς. ^pr-16-24

**25** εἰσὶν ὁδοὶ δοκοῦσαι εἶναι ὀρθαὶ ἀνδρί,  
τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾅδου. ^pr-16-25

**26** ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ  
καὶ ἐκβιάζεται ἑαυτοῦ τὴν ἀπώλειαν·  
ὁ μέντοι σκολιὸς ἐπὶ τῷ ἑαυτοῦ στόματι φορεῖ τὴν ἀπώλειαν. ^pr-16-26

**27** ἀνὴρ ἄφρων ὀρύσσει ἑαυτῷ κακά,  
ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων θησαυρίζει πῦρ. ^pr-16-27

**28** ἀνὴρ σκολιὸς διαπέμπεται κακά,  
καὶ λαμπτῆρα δόλου πυρσεύσει κακοῖς, καὶ διαχωρίζει  
φίλους. ^pr-16-28

**29** ἀνὴρ παράνομος ἀποπειρᾶται φίλων,  
καὶ ἀπάγει αὐτοὺς ὁδοὺς οὐκ ἀγαθάς. ^pr-16-29

**30** στηρίζων δὲ ὀφθαλμοὺς αὐτοῦ διαλογίζεται διεστραμμένα,  
ὁρίζει δὲ τοῖς χείλεσιν αὐτοῦ πάντα τὰ κακά,  
οὗτος κάμινός ἐστιν κακίας. ^pr-16-30

**31** στέφανος καυχήσεως γῆρας,  
ἐν δὲ ὁδοῖς δικαιοσύνης εὑρίσκεται. ^pr-16-31

**32** κρείσσων ἀνὴρ μακρόθυμος ἰσχυροῦ,  
ὁ δὲ κρατῶν ὀργῆς κρείσσων καταλαμβανομένου πόλιν. ^pr-16-32

**33** εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις,  
παρὰ δὲ Κυρίου πάντα τὰ δίκαια. ^pr-16-33

## Capítulo 17

**1** κρείσσων ψωμὸς μεθʼ ἡδονῆς ἐν εἰρήνῃ  
ἢ οἶκος πολλῶν ἀγαθῶν καὶ ἀδίκων θυμάτων μετὰ μάχης. ¶ ^pr-17-1

**2** οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων,  
ἐν δὲ ἀδελφοῖς διελεῖται μέρη. ^pr-17-2

**3** ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσός,  
οὕτως ἐκλεκταὶ καρδίαι παρὰ Κυρίῳ. ^pr-17-3

**4** κακὸς ὑπακούει γλώσσης παρανόμων,  
δίκαιος δὲ οὐ προσέχει χείλεσιν ψευδέσιν. ^pr-17-4

**5** ὁ καταγελῶν πτωχοῦ παροξύνει τὸν ποιήσαντα αὐτόν,  
ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθῳωθήσεται·  
ὁ δὲ ἐπισπλαχνιζόμενος ἐλεηθήσεται. ^pr-17-5

**6** στέφανος γερόντων τέκνα τέκνων,  
καύχημα δὲ τέκνων πατέρες αὐτῶν. ^pr-17-6

**6a** aτοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων,  
τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. ^pr-17-6a

**7** οὐχ ἁρμόσει ἄφρονι χείλη πιστά,  
οὐδὲ δικαίῳ χείλη ψευδῆ. ^pr-17-7

**8** μισθὸς χαρίτων παιδεία τοῖς χρωμένοις,  
οὗ δ᾿ ἂν ἐπιστρέψῃ, εὐοδωθήσεται. ^pr-17-8

**9** ὃς κρύπτει ἀδικήματα ζητεῖ φιλίαν,  
ὃς δὲ μισεῖ κρύπτειν διίστησιν φίλους καὶ οἰκείους. ^pr-17-9

**10** συντρίβει ἀπειλὴ καρδίαν φρονίμου,  
ἄφρων δὲ μαστιγωθεὶς οὐκ αἰσθάνεται. ^pr-17-10

**11** ἀντιλογίας ἐγείρει πᾶς κακός,  
ὁ δὲ Κύριος ἄγγελον ἀνελεήμονα ἐκπέμψει αὐτῷ. ^pr-17-11

**12** ἐμπεσεῖται μέριμνα ἀνδρὶ νοήμονι,  
οἱ δὲ ἄφρονες διαλογιοῦνται κακά. ^pr-17-12

**13** ὃς ἀποδίδωσιν κακὰ ἀντὶ ἀγαθῶν,  
οὐ κινηθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ. ^pr-17-13

**14** ἐξουσίαν δίδωσιν λόγοις ἀρχὴ δικαιοσύνης,  
προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη. ^pr-17-14

**15** ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον,  
ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ θεῷ. ^pr-17-15

**16** ἵνα τί ὑπῆρξεν χρήματα ἄφρονι;  
κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δυνήσεται.  
(19)ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον ζητεῖ συντριβήν,  
(20)ὁ δὲ σκολιάζων τοῦ μαθεῖν ἐμπεσεῖται εἰς κακά. ^pr-17-16

**17** εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι,  
ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν,  
τούτου γὰρ χάριν γεννῶνται. ^pr-17-17

**18** ἀνὴρ ἄφρων ἐπικροτεῖ καὶ ἐπιχαίρει ἑαυτῷ,  
ὡς καὶ ὁ ἐγγυώμενος ἐγγύην τῶν ἑαυτοῦ φίλων. ^pr-17-18

**19** φιλαμαρτήμων χαίρει μάχαις, ^pr-17-19

**20** ὁ δὲ σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς.  
ἀνὴρ εὐμετάβολος γλώσσῃ ἐμπεσεῖται εἰς κακά, ^pr-17-20

**21** καρδία δὲ ἄφρονος ὀδύνη τῷ κεκτημένῳ αὐτήν.  
οὐκ εὐφραίνεται πατὴρ ἐπὶ υἱῷ ἀπαιδεύτῳ,  
υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ. ^pr-17-21

**22** καρδία εὐφραινομένη εὐεκτεῖν ποιεῖ,  
ἀνδρὸς δὲ λυπηροῦ ξηραίνεται τὰ ὀστᾶ. ^pr-17-22

**23** λαμβάνοντος δῶρα ἐν κόλποις ἀδίκως οὐ κατευοδοῦνται ὁδοί,  
ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης. ^pr-17-23

**24** πρόσωπον συνετὸν ἀνδρὸς σοφοῦ,  
οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπʼ ἄκρα γῆς. ^pr-17-24

**25** ὀργὴ πατρί ἐστιν υἱὸς ἄφρων,  
καὶ ὀδύνη τῇ τεκούσῃ αὐτοῦ. ^pr-17-25

**26** ζημιοῦν ἄνδρα δίκαιον οὐ καλόν,  
οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις. ^pr-17-26

**27** ὃς φείδεται ῥῆμα προελέσθαι σκληρὸν ἐπιγνώμων,  
μακρόθυμος δὲ ἀνὴρ φρόνιμος. ^pr-17-27

**28** ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται,  
ἐνεὸν δέ τις ἑαυτὸν ποιήσας δόξει φρόνιμος εἶναι. ^pr-17-28

## Capítulo 18

**1** προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων,  
ἐν παντὶ δὲ καιρῷ ἐπονείδιστος ἔσται. ^pr-18-1

**2** οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν,  
μᾶλλον γὰρ ἄγεται ἀφροσύνῃ. ^pr-18-2

**3** ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ,  
ἐπέρχεται δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος. ^pr-18-3

**4** ὕδωρ βαθὺ λόγος ἐν καρδίᾳ ἀνδρός,  
ποταμὸς δὲ ἀναπηδύει καὶ πηγὴ ζωῆς. ^pr-18-4

**5** θαυμάσαι πρόσωπον ἀσεβοῦς οὐ καλόν,  
οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει. ^pr-18-5

**6** χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακά,  
τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται. ^pr-18-6

**7** στόμα ἄφρονος συντριβὴ αὐτῷ,  
τὰ δὲ χείλη αὐτοῦ παγὶς τῇ ψυχῇ αὐτοῦ. ^pr-18-7

**8** ὀκνηροὺς καταβάλλει φόβος,  
ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν. ^pr-18-8

**9** ὁ μὴ ἰώμενος αὐτὸν ἐν τοῖς ἔργοις αὐτοῦ  
ἀδελφός ἐστιν τοῦ λυμαινομένου ἑαυτόν. ^pr-18-9

**10** ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα Κυρίου,  
αὐτῷ δὲ προσδραμόντες δίκαιοι ὑψοῦνται. ^pr-18-10

**11** ὕπαρξις πλουσίου ἀνδρὸς πόλις ὀχυρά,  
§ἡ δὲ δόξα αὐτῆς μέγα ἐπισκιάζει. ^pr-18-11

**12** πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός,  
καὶ πρὸ δόξης ταπεινοῦται. ^pr-18-12

**13** ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι,  
ἀφροσύνη αὐτῷ ἐστιν καὶ ὄνειδος. ^pr-18-13

**14** θυμὸν ἀνδρὸς πρᾳύνει θεράπων φρόνιμος,  
ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει; ^pr-18-14

**15** καρδία φρονίμου κτᾶται αἴσθησιν,  
ὦτα δὲ σοφῶν ζητεῖ ἔννοιαν. ^pr-18-15

**16** δόμα ἀνθρώπου ἐμπλατύνει αὐτόν,  
καὶ παρὰ δυνάσταις καθιζάνει αὐτόν. ^pr-18-16

**17** δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ·  
ὡς δ᾿ ἂν ἐπιβάλῃ ὁ ἀντίδικος, ἐλέγχεται. ^pr-18-17

**18** ἀντιλογίας παύει σιγηρός,  
ἐν δὲ δυναστείαις ὁρίζει. ^pr-18-18

**19** ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρὰ καὶ ὑψηλή,  
ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον. ^pr-18-19

**20** ἀπὸ καρπῶν στόματος ἀνὴρ πίμπλησιν κοιλίαν αὐτοῦ,  
ἀπὸ δὲ καρπῶν χειλέων αὐτοῦ ἐμπλησθήσεται. ^pr-18-20

**21** θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης,  
οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς. ^pr-18-21

**22** ὃς εὗρεν γυναῖκα ἀγαθὴν εὗρεν χάριτας,  
ἔλαβεν δὲ παρὰ θεοῦ ἱλαρότητα· ^pr-18-22

**22a** ὃς ἐκβάλλει γυναῖκα ἀγαθὴν ἐκβάλλει τὰ ἀγαθά,  
ὁ δὲ κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής. ^pr-18-22a

**23** ἀφροσύνη ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ,  
τὸν δὲ θεὸν αἰτιᾶται τῇ καρδίᾳ αὐτοῦ. ^pr-18-23

## Capítulo 19

**1** πλοῦτος προστίθησιν φίλους πολλούς,  
ὁ δὲ πτωχὸς καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου λείπεται. ^pr-19-1

**2** μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται,  
ὁ δὲ ἐγκαλῶν ἀδίκως οὐ διαφεύξεται. ^pr-19-2

**3** πολλοὶ θεραπεύουσιν πρόσωπα βασιλέων,  
πᾶς δὲ ὁ κακὸς γίνεται ὄνειδος ἀνδρί. ^pr-19-3

**4** πᾶς ὃς ἀδελφὸν πτωχὸν μισεῖ, καὶ φιλίας μακρὰν ἔσται·  
ἔννοια ἀγαθὴ τοῖς εἰδόσιν αὐτὴν ἐγγιεῖ,  
ἀνὴρ δὲ φρόνιμος εὑρήσει αὐτήν.  
ὁ πολλὰ κακοποιῶν τελεσιουργεῖ κακίαν,  
ὃς δὲ ἐρεθίζει λόγους οὐ σωθήσεται. ^pr-19-4

**5** ὁ κτώμενος φρόνησιν ἀγαπᾷ ἑαυτόν,  
ὃς δὲ φυλάσσει φρόνησιν εὑρήσει ἀγαθά. ^pr-19-5

**6** μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται,  
͎܎ҏďĎ̠εἰμι ἢ δράκων,  
ὅτι κατέταξας ἐπʼ ἐμέ φυλ ^pr-19-6

**7** οὐ συμφέρει ἄφρονι τρυφή,  
καὶ ἐὰν οἰκέτης ἄρξηται μεθʼ ὕβρεως δυναστεύειν. ^pr-19-7

**8** ἐλεήμων ἀνὴρ μακροθυμεῖ,  
τὸ δὲ καύχημα αὐτοῦ ἐπέρχεται παρανόμοις. ^pr-19-8

**9** βασιλέως ἀπειλὴ ὁμοία βρυγμῷ λέοντος,  
ὥσπερ δὲ δρόσος ἐπὶ χόρτῳ, οὕτως τὸ ἱλαρὸν αὐτοῦ. ^pr-19-9

**10** αἰσχύνη πατρὶ υἱὸς ἄφρων·  
οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας. ^pr-19-10

**11** οἶκον καὶ ὕπαρξιν μερίζουσιν πατέρες παισίν,  
παρὰ δὲ θεοῦ ἁρμόζεται γυνὴ ἀνδρί. ^pr-19-11

**12** δειλία κατέχει ἀνδρογύναιον,  
ψυχὴ δὲ ἀεργοῦ πεινάσει. ^pr-19-12

**13** ὃς φυλάσσει ἐντολὴν τηρεῖ τὴν ἑαυτοῦ ψυχήν,  
ὁ δὲ καταφρονῶν τῶν ἑαυτοῦ ὁδῶν ἀπολεῖται. ^pr-19-13

**14** δανίζει θεῷ ὁ ἐλεῶν πτωχόν,  
κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδοθήσεται αὐτῷ. ^pr-19-14

**15** παίδευε υἱόν σου, οὕτως γὰρ ἔσται εὔελπις,  
εἰς δὲ ὕβριν μὴ ἐπαίρου τῇ ψυχῇ σου. ^pr-19-15

**16** κακόφρων ἀνὴρ ζημιωθήσεται·  
ἐὰν δὲ λοιμεύηται, καὶ τὴν ψυχὴν αὐτοῦ προσθήσει. ^pr-19-16

**17** Ἄκουε, υἱέ, παιδείαν πατρός σου,  
ἵνα σοφὸς γένῃ ἐπʼ ἐσχάτων σου. ^pr-19-17

**18** πολλοὶ λογισμοὶ ἐν καρδίᾳ ἀνδρός,  
ἡ δὲ βουλὴ τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει. ^pr-19-18

**19** καρπὸς ἀνδρὶ ἐλεημοσύνη,  
κρείσσων δὲ πτωχὸς δίκαιος ἢ πλούσιος ψευδής. ^pr-19-19

**20** φόβος Κυρίου εἰς ζωὴν ἀνδρί.  
ὁ δὲ ἄφοβος αὐλισθήσεται ἐν τόποις οὗ οὐκ ἐπισκοπεῖται  
γνῶσις. ^pr-19-20

**21** ὁ ἐγκρύπτων εἰς τὸν κόλπον αὐτοῦ χεῖρας ἀδίκως,  
οὐδὲ τῷ στόματι οὐ μὴ προσενέγκῃ αὐτάς. ^pr-19-21

**22** λοιμοῦ μαστιγουμένου ἄφρων πανουργότερος γίνεται·  
ἐὰν δὲ ἐλέγχῃς ἄνδρα φρόνιμον, νοήσει αἴσθησιν. ^pr-19-22

**23** ὁ ἀτιμάζων πατέρα καὶ ἀπωθούμενος μητέρα αὐτοῦ  
καταισχυνθήσεται καὶ ἐπονείδιστος ἔσται.¶ ^pr-19-23

**24** υἱὸς ἀπολειπόμενος φυλάξαι παιδείαν πατρὸς  
μελετήσει ῥήσεις κακάς. ^pr-19-24

**25** ὁ ἐγγυώμενος παῖδα ἄφρονα καθυβρίζει δικαίωμα,  
στόμα δὲ ἀσεβῶν καταπίεται κρίσεις. ^pr-19-25

**26** ἑτοιμάζονται ἀκολάστοις μάστιγες,  
καὶ τιμωρίαι ὁμοίως ἄφροσιν. ^pr-19-26

## Capítulo 20

**1** ἀκόλαστον οἶνος καὶ ὑβριστικὸν μέθη,  
πᾶς δὲ ἄφρων τοιούτοις συμπλέκεται. ^pr-20-1

**2** οὐ διαφέρει ἀπειλὴ βασλέως θυμοῦ λέοντος,  
ὁ δὲ παροξύνων αὐτὸν ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν. ^pr-20-2

**3** δόξα ἀνδρὶ ἀποστρέφεσθαι λοιδορίας,  
πᾶς δὲ ἄφρων τοιούτοις συμπλέκεται. ^pr-20-3

**4** ὀνειδιζόμενος ὀκνηρὸς οὐκ αἰσχύνεται,  
ὡσαύτως καὶ ὁ δανιζόμενος σῖτον ἐν ἀμήτῳ. ^pr-20-4

**5** ὕδωρ βαθὺ βουλὴ ἐν καρδίᾳ ἀνδρός,  
ἀνὴρ δὲ φρόνιμος ἐξαντλήσει αὐτήν. ^pr-20-5

**6** μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων,  
ἄνδρα δὲ πιστὸν ἔργον εὑρεῖν. ^pr-20-6

**7** ὃς ἀναστρέφεται ἄμωμος ἐν δικαιοσύνῃ,  
μακαρίους τοὺς παῖδας αὐτοῦ καταλείψει. ^pr-20-7

**8** ὅταν βασιλεὺς δίκαιος καθίσῃ ἐπὶ θρόνου,  
οὐκ ἐναντιοῦται ἐν ὀφθαλμοῖς αὐτοῦ πᾶν πονηρόν. ^pr-20-8

**9** τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν;  
ἢ τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; ^pr-20-9

**10** κακολογοῦντος πατέρα ἢ μητέρα σβεσθήσεται λαμπτήρ,  
αἱ δὲ κόραι τῶν ὀφθαλμῶν αὐτοῦ ὄψονται σκότος. ^pr-20-10

**11** μερὶς ἐπισπουδαζομένη ἐν πρώτοις  
ἐν τοῖς τελευταίοις οὐκ εὐλογηθήσεται. ^pr-20-11

**12** μὴ εἴπῃς Τίσομαι τὸν ἐχθρόν·  
ἀλλὰ ὑπόμεινον τὸν κύριον, ἵνα σοι βοηθήσῃ. ^pr-20-12

**13** στάθμιον μέγα καὶ μικρὸν καὶ μέτρα δισσά,  
ἀκάθαρτα ἐνώπιον Κυρίου καὶ ἀμφότερα· ^pr-20-13

**14** καὶ ὁ ποιῶν αὐτὰ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτοῦ  
συνποδισθήσεται,  
νεανίσκος μετὰ ὁσίου· καὶ εὐθεῖα ἡ ὁδὸς αὐτοῦ. ^pr-20-14

**15** οὖς ἀκούει καὶ ὀφθαλμὸς ὁρᾷ· Κυρίου ἔργα καὶ ἀμφότερα, ^pr-20-15

**16** μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς·  
διάνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων. ^pr-20-16

**17** βδέλυγμα Κυρίῳ δισσὸν στάθμιον,  
καὶ ζυγὸς δόλιος οὐ καλὸν ἐνώπιον αὐτοῦ. ^pr-20-17

**18** παρὰ Κυρίου εὐθύνεται τὰ διαβήματα ἀνδρί,  
θνητὸς δὲ πῶς ἂν νοήσαι τὰς ὁδοὺς αὐτοῦ; ^pr-20-18

**19** παγὶς ἀνδρὶ ταχύ τι τῶν ἰδίων ἁγιάσαι,  
μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται. ^pr-20-19

**20** λικμήτωρ ἀσεβῶν βασιλεὺς σοφός,  
καὶ ἐπιβαλεῖ αὐτοῖς τροχόν. ^pr-20-20

**21** φῶς Κυρίου πνοὴ ἀνθρώπων,  
ὃς ἐραυνᾷ ταμεῖα κοιλίας. ^pr-20-21

**22** ἐλεημοσύνη καὶ ἀλήθεια φυλακὴ βασιλεῖ,  
καὶ περικυκλώσουσιν ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ. ^pr-20-22

**23** κόσμος νεανίαις σοφία,  
δόξα δὲ πρεσβυτέρων πολιαί. ^pr-20-23

**24** ὑπώπια καὶ συντρίμματα συναντᾷ κακοῖς,  
πληγαὶ δὲ εἰς ταμεῖα κοιλίας. ^pr-20-24

## Capítulo 21

**1** ὥσπερ ὁρμὴ ὕδατος, οὕτως καρδία βασιλέως ἐν χειρὶ θεοῦ·  
οὗ ἐὰν θέλων νεῦσαι, ἐκεῖ ἔκλινεν αὐτήν. ^pr-21-1

**2** πᾶς ἀνὴρ φαίνεται ἑαυτῷ δίκαιος,  
κατευθύνει δὲ καρδίας Κύριος. ^pr-21-2

**3** ποιεῖν δίκαια καὶ ἀληθεύειν  
ἀρεστὰ παρὰ θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα. ^pr-21-3

**4** μεγαλόφρων ἐφʼ ὕβρει θρασυκάρδιος·  
λαμπτὴρ δὲ ἀσεβῶν ἁμαρτία. ^pr-21-4

**6** ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ  
μάταια διώκει ἐπὶ παγίδας θανάτου. ^pr-21-6

**7** ὄλεθρος ἀσεβέσιν ἐπιξενωθήσεται,  
οὐ γὰρ βούλονται πράσσειν τὰ δίκαια. ^pr-21-7

**8** πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστέλλει ὁ θεός,  
ἁγνὰ γὰρ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ. ^pr-21-8

**9** κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου  
ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας καὶ ἐν οἴκῳ κοινῷ. ^pr-21-9

**10** ψυχὴ ἀσεβοῦς οὐκ ἐλεηθήσεται ὑπʼ οὐδενὸς τῶν ἀνθρώπων. ^pr-21-10

**11** ζημιουμένου ἀκολάστου πανουργότερος γίνεται ὁ κακός,  
συνίων δὲ σοφὸς δέξεται γνῶσιν. ^pr-21-11

**12** συνίει δίκαιος καρδίας ἀσεβῶν  
καὶ φαυλίζει ἀσεβεῖς ἐν κακοῖς. ^pr-21-12

**13** ὃς φράσσει τὰ ὦτα τοῦ μὴ ἐπακοῦσαι ἀσθενοῦς,  
καὶ αὐτὸς ἐπικαλέσεται καὶ οὐκ ἔσται ὁ εἰσακούων. ^pr-21-13

**14** δόσις λάθριος ἀνατρέπει ὀργάς,  
δώρων δὲ ὁ φειδόμενος θυμὸν ἐγείρει ἰσχυρόν. ^pr-21-14

**15** εὐφροσύνη δικαίων ποιεῖ κρίμα,  
ὅσιος δὲ ἀκάθαρτος παρὰ κακούργοις. ^pr-21-15

**16** ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης  
ἐν συναγωγῇ γιγάντων ἀναπαύσεται. ^pr-21-16

**17** ἀνὴρ ἐνδεὴς ἀγαπᾷ εὐφροσύνην,  
φιλῶν οἶνον καὶ ἔλαιον εἰς πλοῦτον· ^pr-21-17

**18** περικάθαρμα δὲ δικαίου ἄνομος. ^pr-21-18

**19** κρεῖσσον οἰκεῖν ἐν τῇ ἐρήμῳ  
ἢ μετὰ γυναικὸς γλωσσώδους καὶ μαχίμου καὶ ὀργίλου. ^pr-21-19

**20** θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ,  
ἄφρονες δὲ ἄνδρες καταπίονται αὐτόν. ^pr-21-20

**21** ὁδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν. ^pr-21-21

**22** πόλεις ὀχυρὰς ἐπέβη σοφὸς  
καὶ καθεῖλεν τὸ ὀχύρωμα ἐφʼ ᾧ ἐπεποίθεισαν οἱ ἀσεβεῖς. ^pr-21-22

**23** ὃς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν,  
διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ. ^pr-21-23

**24** θρασὺς καὶ αὐθάδης καὶ ἀλαζὼν λοιμὸς καλεῖται,  
ὃς δὲ μνησικακεῖ παράνομος. ^pr-21-24

**25** ἐπιθυμίαι ὀκνηρὸν ἀποκτείνουσιν,  
οὐ γὰρ προαιροῦνται αἱ χεῖρες αὐτοῦ ποιεῖν τι. ^pr-21-25

**26** ἀσεβὴς ἐπιθυμεῖ ὅλην τὴν ἡμέραν ἐπιθυμίας κακάς,  
ὁ δὲ δίκαιος ἐλεᾷ καὶ οἰκτείρει ἀφειδῶς. ^pr-21-26

**27** θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ,  
καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς. ^pr-21-27

**28** μάρτυς ψευδὴς ἀπολεῖται,  
ἀνὴρ δὲ ὑπήκοος φυλασσόμενος λαλήσει. ^pr-21-28

**29** ἀσεβὴς ἀνὴρ ἀναιδῶς ὑφίσταται προσώπῳ,  
ὁ δὲ εὐθὴς αὐτὸς συνίει τὰς ὁδοὺς αὐτοῦ. ^pr-21-29

**30** οὐκ ἔστιν σοφία, οὐκ ἔστιν ἀνδρία,  
οὐκ ἔστιν βουλὴ πρὸς τὸν ἀσεβῆ. ^pr-21-30

**31** ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου,  
παρὰ δὲ Κυρίου ἡ βοήθεια. ^pr-21-31

## Capítulo 22

**1** αἱρετώτερον ὄνομα καλὸν ἢ πλοῦτος πολύς·  
ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή. ^pr-22-1

**2** πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις,  
ἀμφοτέρους δὲ ὁ κύριος ἐποίησεν. ^pr-22-2

**3** πανοῦργος ἰδὼν πονηρὸν τιμωρούμενον  
κραταιῶς αὐτὸς παιδεύεται,  
οἱ δὲ ἄφρονες παρελθόντες ἐζημιώθησαν. ^pr-22-3

**4** γενεὰ σοφίας φόβος Κυρίου  
καὶ πλοῦτος καὶ δόξα καὶ ζωή. ^pr-22-4

**5** τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς,  
ὁ δὲ φυλάσσων τὴν ἑαυτοῦ ψυχὴν ἀφέξεται αὐτῶν. ^pr-22-5

**7** πλούσιοι πτωχῶν ἄρξουσιν,  
καὶ οἰκέται ἰδίοις δεσπόταις δανιοῦσιν. ^pr-22-7

**8** ὁ σπείρων φαῦλα θερίσει κακά,  
πληγὴν δὲ ἔργων αὐτοῦ συντελέσει. ^pr-22-8

**8a** ἄνδρα ἱλαρὸν καὶ δότην εὐλογεῖ ὁ θεός,  
ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει. ^pr-22-8a

**9** ὁ ἐλεῶν πτωχὸν αὐτὸς διατραφήσεται,  
τῶν γὰρ ἑαυτοῦ ἄρτων ἔδωκεν τῷ πτωχῷ. ^pr-22-9

**9a** aνίκην καὶ τιμὴν περιποιεῖται ὁ δῶρα δούς,  
τὴν μέντοι ψυχὴν ἀφαιρεῖται τῶν κεκτημένων. ^pr-22-9a

**10** ἔκβαλε ἐκ συνεδρίου λοιμόν, καὶ συνεξελεύσεται αὐτῷ νεῖκος·  
ὅταν γὰρ καθίσῃ ἐν συνεδρίῳ πάντας ἀτιμάζει. ^pr-22-10

**11** ἀγαπᾷ Κύριος ὁσίας καρδίας,  
δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι·  
χείλεσιν ποιμαίνει βασιλεύς. ^pr-22-11

**12** οἱ δὲ ὀφθαλμοὶ Κυρίου διατηροῦσιν αἴσθησιν,  
φαυλίζει δὲ λόγους παράνομος. ^pr-22-12

**13** προφασίζεται καὶ λέγει ὀκνηρός  
Λέων ἐν ταῖς ὁδοῖς, ἐν δὲ ταῖς πλατείαις φονευταί. ^pr-22-13

**14** βόθρος βαθὺς στόμα παρανόμου,  
ὁ δὲ μισηθεὶς ὑπὸ Κυρίου ἐμπεσεῖται εἰς αὐτόν. ^pr-22-14

**14a** aεἰσὶν ὁδοὶ κακαὶ ἐνώπιον ἀνδρός,  
καὶ οὐκ ἀγαπᾷ τοῦ ἀποστρέψαι ἀπʼ αὐτῶν·  
ἀποστρέφειν δὲ δεῖ ἀπὸ ὁδοῦ σκολιᾶς καὶ κακῆς. ^pr-22-14a

**15** ἄνοια ἐξῆπται καρδίας νέου,  
ῥάβδος δὲ καὶ παιδία μακρὰν ἀπʼ αὐτοῦ. ^pr-22-15

**16** ὁ συκοφαντῶν πένητα πολλὰ ποιεῖ τὰ ἑαυτοῦ·  
δίδωσιν δὲ πλουσίῳ ἐπʼ ἐλάσσονι. ^pr-22-16

**17** Λόγοις σοφῶν παράβαλλε σὸν οὖς καὶ ἄκουε ἐμὸν λόγον,  
§ C §τὴν δὲ σὴν καρδίαν ἐπίστησον, ἵνα γνῷς ὅτι καλοί εἰσιν. ^pr-22-17

**18** καὶ ἐὰν ἐμβάλῃς αὐτοὺς εἰς τὴν καρδίαν σου, εὐφρανοῦσίν σε  
ἅμα ἐπὶ σοῖς χείλεσιν· ^pr-22-18

**19** ἵνα σου γένηται ἐπὶ Κύριον ἡ ἐλπίς,  
καὶ γνωρίσῃ σοι τὴν ὁδόν σου. ^pr-22-19

**20** καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς  
εἰς βουλὴν καὶ γνῶσιν ἐπὶ τὸ πλάτος τῆς ψυχῆς σου. ^pr-22-20

**21** διδάσκω οὖν σε ἀληθῆ λόγον καὶ γνῶσιν ἀγαθὴν ὑπακούειν,  
τοῦ ἀποκρίνεσθαι λόγους ἀληθείας τοῖς προβαλλομένοις σοι. ^pr-22-21

**22** μὴ ἀποβιάζου πένητα, πτωχὸς γάρ ἐστιν,  
καὶ μὴ ἀτιμάσῃς ἀσθενῆ ἐν πύλαις. ^pr-22-22

**23** ὁ γὰρ Κύριος κρινεῖ αὐτοῦ τὴν κρίσιν, καὶ ῥύσῃ σὴν ἄσυλον  
ψυχήν. ^pr-22-23

**24** μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει,  
φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου, ^pr-22-24

**25** μή ποτε μάθῃς τῶν ὁδῶν αὐτοῦ καὶ λάβῃς βρόχους τῇ σῇ ^pr-22-25

**26** μὴ δίδου σεαυτὸν εἰς ἐγγύην, αἰσχυνόμενος πρόσωπον·  
ἐὰν γὰρ μὴ ἔχῃ πόθεν ἀποτίσῃ,  
λήμψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευράς σου. ^pr-22-26

**28** μὴ μέταιρε ὅρια αἰώνια ἃ ἔθεντο οἱ πατέρες σου.  
ὁρατικὸν ἄνδρα καὶ ὀξὺν ἐν τοῖς ἔργοις αὐτοῦ  
βασιλεῦσι δεῖ παρεστάναι,  
καὶ μὴ παρεστάναι ἀνδράσι νωθροῖς. ^pr-22-28

## Capítulo 23

**1** ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυναστῶν,  
νοητῶς νόει τὰ παρατιθέμενά σοι, ^pr-23-1

**2** καὶ ἐπίβαλλε τὴν χεῖρά  
σου,  
εἰδὼς ὅτι τοιαῦτά σε δεῖ παρασκευάσαι. ^pr-23-2

**3** εἰ δὲ ἀπληστότερος εἶ, ³μὴ ἐπιθύμει τῶν ἐδεσμάτων αὐτοῦ·  
ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς. ^pr-23-3

**4** μὴ παρεκτείνου πένης ὢν πλουσίῳ,  
τῇ δὲ σῇ ἐννοίᾳ ἀπόσχου. ^pr-23-4

**5** ἐὰν ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτόν, οὐδαμοῦ πεσεῖται·  
κατεσκεύασται γὰρ αὐτῷ πτέρυγες ὥσπερ ἀετοῦ,  
καὶ ὑποστρέφει εἰς τὸν οἶκον τοῦ προεστηκότος αὐτοῦ. ^pr-23-5

**6** μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ, μηδὲ ἐπιθύμει τῶν βρωμάτων  
αὐτοῦ· ^pr-23-6

**7** ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα,  
οὕτως ἐσθίει καὶ πίνει.  
μηδὲ πρὸς σὲ εἰσαγάγῃς αὐτὸν καὶ φάγῃς τὸν ψωμόν σου  
μετʼ αὐτοῦ· ^pr-23-7

**8** ἐξεμέσει γὰρ αὐτὸν καὶ λυμανεῖται τοὺς λόγους σου τοὺς  
καλούς. ^pr-23-8

**9** εἰς ὦτα ἄφρονος μηδὲν λέγε,  
μή ποτε μυκτηρίσῃ τοὺς συνετοὺς λόγους σου. ^pr-23-9

**10** μὴ μεταθῇς ὅρια αἰώνια,  
εἰς δὲ κτῆμα ὀρφανῶν μὴ εἰσέλθῃς· ^pr-23-10

**11** ὁ γὰρ λυτρούμενος αὐτοὺς Κύριος·  
κραταιός ἐστιν, καὶ κρινεῖ τὴν κρίσιν αὐτῶν μετὰ σοῦ. ^pr-23-11

**12** δὸς εἰς παιδείαν τὴν καρδίαν σου,  
τὸ δὲ ὦτά σου ἑτοίμασον λόγοις αἰσθήσεως. ^pr-23-12

**13** μὴ ἀπόσχῃ νήπιον παιδεύειν,  
ὅτι ἐὰν πατάξῃς αὐτὸν ῥάβδῳ, οὐ μὴ ἀποθάνῃ· ^pr-23-13

**14** σὺ μὲν γὰρ πατάξεις αὐτὸν ῥάβδῳ,  
τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥύσῃ. ^pr-23-14

**15** υἱέ, ἐὰν σοφὴ γένηταί σου ἡ καρδία,  
εὐφρανεῖς καὶ τὴν ἐμὴν καρδίαν, ^pr-23-15

**16** καὶ ἐνδιατρίψει λόγοις τὰ σὰ χείλη πρὸς τὰ ἐμὰ χείλη, ἐὰν  
ὀρθὰ ὦσιν. ^pr-23-16

**17** μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλούς,  
ἀλλὰ ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν. ^pr-23-17

**18** ἐὰν γὰρ τηρήσῃς αὐτά, ἔσται σοι ἔκγονα,  
ἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται. ^pr-23-18

**19** ἄκουε, υἱέ, καὶ σοφὸς γενοῦ,  
καὶ κατεύθυνε ἐννοίας σῆς καρδίας. ^pr-23-19

**20** μὴ ἴσθι οἰνοπότης, μηδὲ ἐκτείνου συμβολαῖς, κρεῶν ἀγορασμοῖς· ^pr-23-20

**21** πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει,  
καὶ ἐνδύσεται διερρηγμένα καὶ ῥακώδη πᾶς ὑπνώδης. ^pr-23-21

**22** ἄκουε, υἱέ, πατρὸς τοῦ γεννήσαντός σε,  
καὶ μὴ καταφρόνει ὅτι γεγήρακέν σου ἡ μήτηρ. ^pr-23-22

**24** καλῶς ἐκτρέφει πατὴρ δίκαιος,  
ἐπὶ δὲ υἱῷ σοφῷ εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ. ^pr-23-24

**25** εὐφραινέσθω ὁ πατὴρ καὶ ἡ μήτηρ ἐπὶ σοί,  
καὶ χαιρέτω ἡ τεκοῦσά σε.¶ ^pr-23-25

**26** δός μοι, υἱέ, σὴν καρδίαν·  
οἱ δὲ σοὶ ὀφθαλμοὶ ἐμὰς ὁδοὺς τηρείτωσαν. ^pr-23-26

**27** πίθος γὰρ τετρημένος ἐστὶν ἀλλότριος οἶκος  
καὶ φρέαρ στενὸν ἀλλότριον. ^pr-23-27

**28** οὗτος γὰρ συντόμως ἀπολεῖται,  
καὶ πᾶς παράνομος ἀναλωθήσεται. ^pr-23-28

**29** τίνι οὐαί; τίνι θόρυβος ; τίνι κρίσις;  
τίνι δὲ ἀηδία καὶ λέσχαι ;  
τίνι συντρίμματα διὰ κενῆς;  
τίνος πελιοὶ ὀφθαλμοί; ^pr-23-29

**30** οὐ τῶν ἐνχρονιζόντων ἐο οἴνοις;  
οὐ τῶν ἰχνευόντων ποῦ πότοι γίνονται; ^pr-23-30

**31** μὴ μεθύσκεσθε ἐν οἴνοις, ἀλλὰ ὁμιλεῖτε ἀνθρώποις δικαίοις,  
καὶ ὁμιλεῖτε ἐν περιπάτοις·  
ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς  
ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου· ^pr-23-31

**32** τὸ δὲ ἔσχατον ὥσπερ ὑπὸ ὄφεως πεπληγὼς ἐκτείνεται,  
καὶ ὥσπερ ὑπὸ κεράστου διαχεῖται αὐτῷ ὁ ἰός. ^pr-23-32

**33** οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν,  
τὸ στόμα σου τότε λαλήσει σκολιά, ^pr-23-33

**34** καὶ κατακείσῃ ὥσπερ ἐν καρδίᾳ θαλάσσης,  
καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι. ^pr-23-34

**35** ἐρεῖς δέ Τύπτουσίν με καὶ οὐκ ἐπόνεσα,  
καὶ ἐνέπαιξάν μοι, ἐγὼ δὲ οὐκ ᾔδειν·  
πότε ὄρθρος ἔσται, ἵνα ἐλθὼν ζητήσω μεθʼ ὧν συνελεύσομαι; ^pr-23-35

## Capítulo 24

**1** υἱέ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας,  
μηδὲ ἐπιθυμήσῃς εἶναι μετ᾿ αὐτῶν· ^pr-24-1

**2** ψευδῆ γὰρ μελετᾷ ἡ καρδία αὐτῶν,  
καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ. ^pr-24-2

**3** μετὰ σοφίας οἰκοδομεῖται οἶκος,  
καὶ μετὰ συνέσεως ἀνορθοῦται· ^pr-24-3

**4** μετὰ αἰσθήσεως ἐμπίμπλανται ταμεῖα  
ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ. ^pr-24-4

**5** κρείσσων σοφὸς ἰσχυροῦ,  
καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου. ^pr-24-5

**6** μετὰ κυβερνήσεως γίνεται πόλεμος,  
βοήθεια δὲ μετὰ καρδίας βουλευτικῆς. ^pr-24-6

**7** σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφῶν·  
σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος Κυρίου, ^pr-24-7

**8** ἀλλὰ λογίζονται ἐν συνεδρίοις.  
ἀπαιδεύτοις συναντᾷ θάνατος, ^pr-24-8

**9** ἀποθνήσκει δὲ ἄφρων ἐν ἁμαρτίαις.  
ἀκαθαρσία δὲ ἀνδρὶ λοιμῷ ἐμμολυνθήσεται ^pr-24-9

**10** ἐν ἡμέρᾳ κακῇ καὶ ἐν ἡμέρᾳ θλίψεως ἕως ἂν ἐκλίπῃ. ^pr-24-10

**11** ῥῦσαι ἀγομένους εἰς θάνατον  
καὶ ἐκπρίου κτεινομένους, μὴ φείσῃ. ^pr-24-11

**12** ἐὰν δὲ εἴπῃς Οὐκ οἶδα τοῦτον,  
γίνωσκε ὅτι Κύριος καρδίας πάντων γινώσκει·  
καὶ ὁ πλάσας πνοὴν πᾶσιν αὐτὸς οἶδεν πάντα,  
ὃς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ^pr-24-12

**13** φάγε μέλι, υἱέ, ἀγαθὸν γὰρ κηρίον,  
ἵνα γλυκανθῇ σου ὁ φάρυγξ. ^pr-24-13

**14** οὕτως αἰσθηθήσῃ σοφίαν τῇ σῇ ψυχῇ·  
ἐὰν γὰρ εὕρῃς, ἔσται καλὴ ἡ τελευτή σου  
καὶ ἐλπίς σε οὐκ ἐγκαταλείψει. ^pr-24-14

**15** μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίων,  
μηδὲ ἀπατηθῇς χορτασίᾳ κοιλίας. ^pr-24-15

**16** ἑπτάκι γὰρ πεσεῖται δίκαιος καὶ ἀναστήσεται,  
οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν κακοῖς. ^pr-24-16

**17** ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ,  
ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου· ^pr-24-17

**18** ὅτι ὄψεται Κύριος καὶ οὐκ ἀρέσει αὐτῷ,  
καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπʼ αὐτοῦ. ^pr-24-18

**19** μὴ χαῖρε ἐπὶ κακοποιοῖς,  
μηδὲ ζήλου ἁμαρτωλούς· ^pr-24-19

**20** οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρῷ,  
λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται. ^pr-24-20

**21** φοβοῦ τὸν θεόν, υἱέ, καὶ βασιλέα,  
καὶ μηθετέρῳ αὐτῶν ἀπειθήσῃς· ^pr-24-21

**22** ἐξαίφνης γὰρ τίσονται τοὺς ἀσεβεῖς,  
τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται; ^pr-24-22

**22a** aλόγον φυλασσόμενος υἱὸς ἀπωλείας ἐκτὸς ἔσται,  
δεχόμενος δὲ ἐδέξατο αὐτόν. ^pr-24-22a

**22b** bμηδὲν ψεῦδος ἀπὸ γλώσσης βασιλεῖ λεγέσθω,  
καὶ οὐδὲν ψεῦδος αὐτοῦ ἀπὸ γλώσσης μὴ ἐξέλθῃ. ^pr-24-22b

**22c** cμάχαιρα γλῶσσα βασιλέως καὶ οὐ σαρκίνη·  
ὃς δʼ ἂν παραδοθῇ, συντριβήσεται. ^pr-24-22c

**22d** dἐὰν γὰρ ὀξυνθῇ ὁ θυμὸς αὐτοῦ,  
σὺν νεύροις ἀνθρώπους ἀναλίσκει, ^pr-24-22d

**22e** eκαὶ ὀστᾶ ἀνθρώπων κατατρώγει,  
καὶ συνκαίει ὥσπερ φλόξ,  
§ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν. ^pr-24-22e

**24** Τοὺς ἐμοὺς λόγους, υἱέ, φοβήθητι.  
καὶ δεξάμενος αὐτοὺς μετανόει.  
τάδε λέγει ὁ ἀνὴρ τοῖς πιστεύουσιν θεῷ, καὶ παύομαι. ^pr-24-24

**25** ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων,  
καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί. ^pr-24-25

**26** θεὸς δεδίδαχέν με σοφίαν, καὶ γνῶσιν ἁγίων ἔγνωκα. ^pr-24-26

**27** τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη;  
τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ ;  
τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ ;  
τίς ἐκράτησεν τῶν ἄκρων τῆς γῆς,  
τί ὄνομα αὐτῷ; ἢ τί ὄνομα τοῖς τέκνοις αὐτοῦ; ^pr-24-27

**28** πάντες γὰρ λόγοι θεοῦ πεπυρωμένοι,  
ὑπερασπίζει δὲ αὐτὸς τῶν εὐλαβουμένων αὐτόν. ^pr-24-28

**29** μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, ἵνα μὴ ἐλέγξῃ σε καὶ ψευδὴς  
γένῃ. ^pr-24-29

**30** δύο αἰτοῦμαι παρὰ σοῦ,  
μὴ ἀφέλῃς μου χάριν πρὸ τοῦ ἀποθανεῖν με· ^pr-24-30

**31** μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον,  
πλοῦτον δὲ καὶ πενίαν μή μοι δῷς,  
σύνταξον δέ μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη· ^pr-24-31

**32** ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ εἴπω Τίς με ὁρᾶ  
ἢ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ. ^pr-24-32

**33** μὴ παραδῷς οἰκέτην εἰς χεῖρας δεσπότου,  
μή ποτε καταράσηταί σε καὶ ἀφανισθῇς. ^pr-24-33

**34** ἔκγονον κακὸν πατέρα καταρᾶται,  
τὴν δὲ μητέρα οὐκ εὐλογεῖ. ^pr-24-34

**35** ἔκγονον κακὸν δίκαιον ἑαυτὸν κρίνει,  
τὴν δὲ ἔξοδον αὐτοῦ οὐκ ἀπένιψεν. ^pr-24-35

**36** ἔκγονον κακὸν ὑψηλοὺς ὀφθαλμοὺς ἔχει,  
τοῖς δὲ βλεφάροις αὐτοῦ ἐπαίρεται. ^pr-24-36

**37** ἔκγονον κακὸν μαχαίρας τοὺς ὀδόντας ἔχει  
καὶ τὰς μύλας τομίδας, ὥστε ἀναλίσκειν  
καὶ κατεσθίειν τοὺς ταπεινοὺς ἀπὸ τῆς γῆς  
καὶ τοὺς πένητας αὐτῶν ἐξ ἀνθρώπων. ^pr-24-37

**38** Ταῦτα δὲ λέγω ὑμῖν τοῖς σοφοῖς ἐπιγινώσκειν·  
αἰδεῖσθαι πρόσωπον ἐν κρίσει οὐ καλόν. ^pr-24-38

**39** ὁ εἰπὼν τὸν ἀσεβῆ Δίκαιός ἐστιν,  
ἐπικατάρατος λαοῖς ἔσται καὶ μισητὸς εἰς ἔθνη· ^pr-24-39

**40** οἱ δὲ ἐλέγχοντες βελτίους φανοῦνται,  
ἐπʼ αὐτοὺς δὲ ἥξει εὐλογία. ^pr-24-40

**41** χείλη δὲ φιλήσουσιν ἀποκρινόμενα λόγους ἀγαθούς. ^pr-24-41

**42** ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου,  
καὶ παρασκευάζου εἰς τὸν ἀγρόν,  
καὶ πορεύου κατόπισθέν μου  
καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου. ^pr-24-42

**43** μὴ ἵσθι ψευδὴς μάρτυς ἐπὶ σὸν πολίτην,  
μηδὲ πλατύνου σοῖς χείλεσιν. ^pr-24-43

**44** μὴ εἴπῃς Ὃν τρόπον ἐχρήσατό μοι χρήσομαι αὐτῷ,  
τίσομαι δὲ αὐτὸν ἅ με ἠδίκησεν. ^pr-24-44

**45** ὥσπερ γεώργιον ἀνὴ  
καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς φρενῶν· ^pr-24-45

**46** ἐὰν ἀφῇς αὐτόν, χερσωθήσεται  
καὶ χορτομανήσει ὅλος, καὶ γίνεται ἐκλελιμμένος,  
οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται. ^pr-24-46

**47** ὕστερον ἐγὼ μετενόησα,  
ἀπέβλεψα τοῦ ἐκλέξασθαι παιδείαν. ^pr-24-47

**48** ὀλίγον νυστάζω, ὀλίγον δὲ καθυπνῶ,  
ὀλίγον δὲ ἐναγκαλίζομαι χερσὶν στήθη· ^pr-24-48

**49** ἐὰν δὲ τοῦτο ποιῇς, ἥξει προπορευομένη ἡ πενία σου,  
καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς. ^pr-24-49

**50** Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν ἀγαπήσει ἀγαπώμεναι.  
καὶ αἱ τρεῖς αὗται οὐκ ἐνεπίμπλασαν αὐτήν.  
καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν Ἱκανόν· ^pr-24-50

**51** ᾅδης καὶ ἔρως γυναικὸς  
καὶ τάρταρος καὶ γῆ οὐκ ἐμπιπλαμένη ὕδατος  
καὶ ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν Ἀρκεῖ. ^pr-24-51

**52** ὀφθαλμὸν καταγελῶντα πατρὸς καὶ ἀτιμάζοντα γῆρας μητρός,  
ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων,  
καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν. ^pr-24-52

**53** τρία δέ ἐστιν ἀδύνατά μοι νοῆσαι, καὶ τὸ τέταρτον οὐκ  
ἐπιγινώσκω· ^pr-24-53

**54** ἴχνη ἀετοῦ πετομένου,  
καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας,  
καὶ τρίβους νηὸς ποντοπορούσης,  
καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι. ^pr-24-54

**55** τοιαύτη ὁδὸς γυναικὸς μοιχαλίδος,  
ἢ ὅταν πράξῃ, ἀπονιψαμένη οὐδέν φησιν πεπραχέναι  
ἄτοπον. ^pr-24-55

**56** διὰ τριῶν σείεται ἡ γῆ,¶  
τὸ δὲ τέταρτον οὐ δύναται φέρειν· ^pr-24-56

**57** ἐὰν οἰκέτης βασιλεύσῃ,  
καὶ ἄφρων πλησθῇ σιτίων, ^pr-24-57

**58** καὶ οἰκέτις ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν,  
καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ. ^pr-24-58

**59** τέσσαρα δὲ ἐλάχιστα ἐπὶ τῆς γῆς,  
ταῦτα δέ ἐστιν σοφώτερα τῶν σοφῶν· ^pr-24-59

**60** οἱ μύρμηκες οἷς μὴ ἔστιν ἰσχύς,  
καὶ ἑτοιμάζονται θέρους τὴν τροφήν· ^pr-24-60

**61** καὶ οἱ χοιρογρύλλιοι, ἔθνος οὐκ ἰσχυρόν,  
οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους· ^pr-24-61

**62** ἀβασίλευτόν ἐστιν ἡ ἀκρίς,  
καὶ στρατεύει ἀφʼ ἑνὸς κελεύσματος εὐτάκτως· ^pr-24-62

**63** καὶ καλαβώτης χερσὶν ἐρειδόμενος καὶ εὐάλωτος ὤν,  
κατοικεῖ ἐν ὀχυρώμασιν βασιλέων. ^pr-24-63

**64** τρία δέ ἐστιν ἃ εὐόδως πορεύεται,  
καὶ τέταρτον ὃ καλῶς διαβαίνει· ^pr-24-64

**65** σκύμνος λέοντος ἰσχυρότερος κτηνῶν,  
ὃς οὐκ ἀποστρέφεται οὐδὲ καταπτήσσει κτῆνος, ^pr-24-65

**66** καὶ ἀλέκτωρ ἐνπεριπατῶν θηλείαις εὔψυχος,  
καὶ τράγος ἡγούμενος αἰπολίου,  
καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει. ^pr-24-66

**67** ἐὰν πρόῃ σεαυτὸν ἐν εὐφροσύνῃ,  
καὶ ἐκτείνῃς τὴν χεῖρά σου μετὰ μάχης, ἀτιμασθήσῃ. ^pr-24-67

**68** ἄμελγε γάλα, καὶ ἔσται βούτυρον·  
ἐὰν δὲ ἐκπιέζῃς μυκτῆρας, ἐξελεύσεται αἷμα·  
ἐὰν δὲ ἐξέλκῃς λόγους, ἐξελεύσονται κρίσεις καὶ μάχαι. ^pr-24-68

**69** Οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ θεοῦβασιλέως  
χρηματισμὸς ὃν ἐπαίδευσεν ἡ μήτηρ αὐτοῦ. ^pr-24-69

**70** τί, τέκνον, τηρήσεις ; τί; ῥήσεις θεοῦ·  
πρωτογενές, σοὶ λέγω, υἱέ·  
τί, τέκνον ἐμῆς κοιλίας;  
τί, τέκνον ἐμῶν εὐχῶν; ^pr-24-70

**71** μὴ δῷς γυναιξὶ σὸν πλοῦτον,  
καὶ τὸν σὸν νοῦν καὶ βίον εἰς ὑστεροβουλίαν. ^pr-24-71

**72** μετὰ βουλῆς πάντα ποίει,  
μετὰ βουλῆς οἰνοπότει.  
οἱ δυνάσται θυμώδεις εἰσίν,  
οἶνον δὲ μὴ πινέτωσαν· ^pr-24-72

**73** ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας,  
καὶ ὀρθὰ κρῖναι οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς. ^pr-24-73

**74** δίδοτε μέθην τοῖς ἐν λύπαις,  
καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις, ^pr-24-74

**75** ἵνα ἐπιλάθωνται τῆς πενίας, καὶ τῶν πόνων μὴ μνησθῶσιν  
ἔτι. ^pr-24-75

**76** ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ,  
καὶ κρῖνε πάντας ὑγιῶς· ^pr-24-76

**77** ἄνοιγε σὸν στόμα καὶ κρῖνε δικαίως,  
διάκρινε δὲ πένητα καὶ ἀσθενῆ. ^pr-24-77

## Capítulo 25

**1** Aὗται αἱ παιδεῖαι Σαλωμῶντος αἱ ἀδιάκριτοι, ἃς ἐξεγράψαντο  
οἱ φίλοι Ἑζεκίου τοῦ βασιλέως τῆς Ἰουδαίας. ^pr-25-1

**2** Δόξα θεοῦ κρύπτει λόγον,  
δόξα δὲ βασιλέως τιμᾷ πράγματα. ^pr-25-2

**3** οὐρανὸς ὑψηλός, γῆ δὲ βαθεῖα,  
καρδία δὲ βασιλέως ἀνεξέλεγκτος. ^pr-25-3

**4** τύπτε ἀδόκιμον ἀργύριον,  
καὶ καθαρισθήσεται καθαρὸν ἅπαν· ^pr-25-4

**5** κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως,  
καὶ κατορθώσει ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦ. ^pr-25-5

**6** μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως,  
μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο· ^pr-25-6

**7** κρεῖσσον γάρ σοι τὸ ῥηθῆναι Ἀνάβαινε πρὸς μέ,  
ἢ ταπεινῶσαί σε ἐν προσώπῳ δυνάστου.  
ἃ εἶδον οἱ ὀφθαλμοί σου λέγε. ^pr-25-7

**8** μὴ πρόσπιπτε εἰς μάχην ταχέως,  
ἵνα μὴ μεταμεληθῇς ἐπʼ ἐσχάτῳ,  
ἡνίκα ἄν σε ὀνειδίσῃ ὁ σὸς φίλος. ^pr-25-8

**9** ἀναχώρει εἰς τὰ ὀπίσω, μὴ καταφρόνει, ^pr-25-9

**10** μή σε ὀνειδίσῃ μὲν ὁ φίλος·  
ἡ δὲ μάχη σου καὶ ἡ ἔχθρα οὐκ ἀπέσται,  
ἀλλ᾿ ἔσται σοι ἴση θανάτῳ. ^pr-25-10

**10a** χάρις καὶ φιλία ἐλευθεροῖ,  
ἃς τήρησον σεαυτῷ, ἵνα μὴ ἐπονείδιστος γένῃ,  
ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτως. ^pr-25-10a

**11** μῆλον χρυσοῦν ἐν ὁρμίσκῳ σαρδίου,  
οὕτως εἰπεῖν λόγον. ^pr-25-11

**12** εἰς ἐνώτιον χρυσοῦν καὶ σάρδιον πολυτελὲς δέδεται,  
λόγος σοφὸς εἰς εὐήκοον οὖς. ^pr-25-12

**13** ὥσπερ ἔξοδος ἐν ἀμήτῳ κατὰ καῦμα ὠφελεῖ,  
οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν·  
ψυχὰς γὰρ τῶν αὐτῷ χρωμένων ὠφελεῖ. ^pr-25-13

**14** ὥσπερ ἄνεμοι καὶ νέφη καὶ ὑετοὶ ἐπιφανέστατα,  
οὕτως ὁ καυχώμενος ἐπὶ δόσει ψευδεῖ ^pr-25-14

**15** ἐν μακροθυμίᾳ εὐοδία βασιλεῦσιν,  
γλῶσσα δὲ μαλακὴ συντρίβει ὀστᾶ. ^pr-25-15

**16** μέλι εὑρὼν φάγε τὸ ἱκανόν,  
μή ποτε πλησθεὶς ἐξεμέσῃς. ^pr-25-16

**17** σπάνιον εἴσαγε σὸν πόδα πρὸς σεαυτοῦ φίλον,  
μή ποτε πλησθείς σου μισήσῃ σε. ^pr-25-17

**18** ῥόπαλον καὶ μάχαιρα καὶ τόξευμα ἀκιδωτόν,  
οὕτως καὶ ἀνὴρ ὁ καταμαρτυρῶν τοῦ φίλου αὐτοῦ μαρτυρίαν  
ψευδῆ. ^pr-25-18

**19** ὁδὸς κακοῦ καὶ ποὺς παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇ. ^pr-25-19

**20** ὥσπερ ὄξος ἕλκει ἀσύμφορον,  
οὕτως προσπεσὸν πάθος ἐν σώματι καρδίαν λυπεῖ. ^pr-25-20

**29a** aὥσπερ σὴς ἐν ἱματίῳ καὶ σκώληξ ξύλῳ,  
οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν. ^pr-25-29a

**21** ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν,  
ἐὰν διψᾷ, πότιζε αὐτόν· ^pr-25-21

**22** τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν  
αὐτοῦ,  
ὁ δὲ Κύριος ἀνταποδώσει σοι ἀγαθά. ^pr-25-22

**23** ἄνεμος βορέας ἐξεγείρει νέφη,  
πρόσωπον δὲ ἀναιδὲς γλῶσσαν ἐρεθίζει. ^pr-25-23

**24** κρεῖττον οἰκεῖν ἐπὶ γωνίας δώματος  
ἢ μετὰ γυναικὸς λοιδόρου ἐν οἰκίᾳ κοινῇ. ^pr-25-24

**25** ὥσπερ ὕδωρ ψυχρὸν ψυχῇ διψώσῃ προσηνές.  
οὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθεν. ^pr-25-25

**26** ὥσπερ εἴ τις πηγὴν φράσσοι καὶ ὕδατος ἔξοδον λυμαίνοιτο,  
οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐνώπιον ἀσεβοῦς. ^pr-25-26

**27** ἐσθίειν μέλι πολὺ οὐ καλόν,  
τιμᾷν δὲ χρὴ λόγους ἐνδόξους. ^pr-25-27

**28** ὥσπερ πόλις τὰ τείχη καταβεβλημένη καὶ ἀτείχιστος,  
οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τι πράσσει. ^pr-25-28

## Capítulo 26

**1** ὥσπερ δρόσος ἐν ἀμήτῳ καὶ ὥσπερ ὑετὸς ἐν θέρει,  
οὕτως οὐκ ἔστιν ἄφρονι τιμή. ^pr-26-1

**2** ὥσπερ ὄρνεα πέταται καὶ στρουθοί,  
οὕτως ἀρὰ ματαία οὐκ ἐπελεύσεται οὐδενί. ^pr-26-2

**3** ὥσπερ μάστιξ ἵππῳ καὶ κέντρον ὄνῳ,  
οὕτως ῥάβδος ἔθνει παρανόμῳ. ^pr-26-3

**4** μὴ ἀποκρίνου ἄφρονι πρὸς τὴν ἐκείνου ἀφροσύνην,  
ἵνα μὴ ὅμοιος γένῃ αὐτῷ· ^pr-26-4

**5** ἀλλὰ ἀποκρίνου ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ,  
ἵνα μὴ φαίνηται σοφὸς παρʼ ἑαυτῷ. ^pr-26-5

**6** ἐκ τῶν ἑαυτοῦ ὁδῶν ὄνειδος ποιεῖται  
ὁ ἀποστείλας δι᾿ ἀγγέλου ἄφρονος λόγον. ^pr-26-6

**7** ἀφελοῦ πορείαν σκελῶν  
καὶ παρανομίαν ἐκ στόματος ἀφρόνων. ^pr-26-7

**8** ὃς ἀποδεσμεύει λίθον ἐν σφενδόνῃ,  
ὅμοιός ἐστιν τῷ διδόντι ἄφρονι δόξαν. ^pr-26-8

**9** ἄκανθαι φύονται ἐν χειρὶ μεθύσου,  
δουλεία δὲ ἐν χειρὶ τῶν ἀφρόνων. ^pr-26-9

**10** πολλὰ χειμάζεται πᾶσα σὰρξ ἀφρόνων,  
συντρίβεται γὰρ ἡ ἔκστασις αὐτῶν. ^pr-26-10

**11** ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἔμετον καὶ μισητὸς  
γένηται,  
οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ  
ἁμαρτίαν. ^pr-26-11

**11a** ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν,  
καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις. ^pr-26-11a

**12** εἶδον ἄνδρα δόξαντα παρʼ ἑαυτῷ σοφὸν εἶναι,  
ἐλπίδα μέντοι ἔσχεν μᾶλλον ἄφρων αὐτοῦ. ^pr-26-12

**13** λέγει ὀκνηρὸς ἀποστελλόμενος εἰς ὁδόν  
Λέων ἐν ταῖς ὁδοῖς. ^pr-26-13

**14** ὥσπερ θύρα στρέφεται ἐπὶ τοῦ στρόφιγγος,  
οὕτως ὀκνηρὸς ἐπὶ τῆς κλίνης αὐτοῦ. ^pr-26-14

**15** κρύψας ὀκνηρὸς τὴν χεῖρα ἐν τῷ κόλπῳ αὐτοῦ  
οὐ δυνήσεται ἐπενεγκεῖν ἐπὶ στόμα. ^pr-26-15

**16** σοφώτερος ἑαυτῷ ὀκνηρὸς φαίνεται  
τοῦ ἐν πλησμονῇ ἀποκομίζοντος ἀγγελίαν. ^pr-26-16

**17** ὥσπερ ὁ κρατῶν κέρκου κυνός,  
οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεως. ^pr-26-17

**18** ὥσπερ οἱ ἰώμενοι προβάλλουσιν λόγους εἰς ἀνθρώπους,  
ὁ δὲ ἀπαντήσας τῷ λόγῳ πρῶτος ὑποσκελισθήσεται· ^pr-26-18

**19** οὕτως πάντες οἱ ἐνεδρεύοντες τοὺς ἑαυτῶν φίλους,  
ὅταν δὲ ὁραθῶσιν, λέγουσιν ὅτι Παίζων ἔπραξα. ^pr-26-19

**20** ἐν πολλοῖς ξύλοις θάλλει πῦρ,  
ὅπου δὲ οὐκ ἔστιν δίθυμος, ἡσυχάζει μάχη. ^pr-26-20

**21** ἐσχάρα ἄνθραξιν καὶ ξύλα πυρί,  
ἀνὴρ δὲ λοίδορος εἰς ταραχὴν μάχης. ^pr-26-21

**22** λόγοι κερκώπων μαλακοί,  
οὗτοι δὲ τύπτουσιν εἰς ταμεῖα σπλάγχνων. ^pr-26-22

**23** ἀργύριον διδόμενον μετὰ δόλου ὥσπερ ὄστρακον ἡγητέον·  
§χείλη λεῖα καρδίαν καλύπτει λυπηράν. ^pr-26-23

**24** χείλεσιν πάντα ἐπινεύει ἀποκλαιόμενος ἐχθρούς,  
ἐν δὲ τῇ καρδίᾳ τεκταίνεται λόγους. ^pr-26-24

**25** ἐάν σου δέηται ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ, μὴ πεισθῇς·  
ἑπτὰ γὰρ πονηρίαι ἐν τῇ ψυχῇ αὐτοῦ. ^pr-26-25

**26** ὁ κρύπτων ἔχθραν συνίστησιν δόλον,  
ἐνκαλύπτει δὲ τὰς ἑαυτοῦ ἁμαρτίας εὔγνωστος ἐν  
συνεδρίοις. ^pr-26-26

**27** ὁ ὀρύσσων βόθρον τῷ πλησίον ἐμπεσεῖται εἰς αὐτόν·  
ὁ δὲ κυλίων λίθον ἐφʼ ἑαυτὸν κυλίει. ^pr-26-27

**28** γλῶσσα ψευδὴς μισεῖ ἀλήθειαν,  
στόμα δὲ ἄστεγον ποιεῖ ἀκαταστασίας. ^pr-26-28

## Capítulo 27

**1** μὴ καυχῶ τὰ εἰς αὔριον,  
οὐ γὰρ γινώσκεις τί τέξεται ἡ ἐπιοῦσα. ^pr-27-1

**2** ἐγκωμιαζέτω σε ὁ πέλας καὶ μὴ τὸ σὸν στόμα,  
ἀλλότριος καὶ μὴ τὰ σὰ χείλη. ^pr-27-2

**3** βαρὺ λίθος καὶ δυσβάστακτον ἄμμος,  
ὀργὴ δὲ ἄφρονος βαρυτέρα ἀμφοτέρων. ^pr-27-3

**4** ἀνελεήμων θυμὸς καὶ ὀξεῖα ὀργή,  
ἀλλ᾿ οὐδένα ὑφίσταται ζῆλος. ^pr-27-4

**5** κρείσσους ἔλεγχοι ἀποκεκαλυμμένοι κρυπτομένης φιλίας. ^pr-27-5

**6** ἀξιοπιστότερά ἐστιν τραύματα φίλου  
ἢ ἑκούσια φιλήματα ἐχθροῦ. ^pr-27-6

**7** ψυχὴ ἐν πλησμονῇ οὖσα κηρίοις ἐμπαίζει,  
ψυχῇ δὲ ἐν ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκέα φαίνεται. ^pr-27-7

**8** ὥσπερ ὅταν ὄρνεον καταπετασθῇ ἐκ τῆς ἰδίας νοσσιᾶς,  
οὕτως ἄνθρωπος δουλοῦται ὅταν ἀποξενωθῇ ἐκ τῶν ἰδίων  
τόπων. ^pr-27-8

**9** μύροις καὶ οἴνοις καὶ θυμιάμασιν τέρπεται καρδία,  
καταρήγνυται δὲ ὑπὸ συμπτωμάτων ψυχή. ^pr-27-9

**10** φίλον σὸν ἢ φίλον πατρῷον μὴ ἐγκαταλίπῃς,  
εἰς δὲ τὸν οἶκον τοῦ ἀδελφοῦ σου μὴ εἰσέλθῃς ἀτυχῶν·  
κρείσσων φίλος ἐγγὺς ἢ ἀδελφὸς μακρὰν οἰκῶν. ^pr-27-10

**11** Σοφὸς γίνου, υἱέ, ἵνα σου εὐφραίνηται ἡ καρδία,  
καὶ ἀπόστρεψον ἀπὸ σοῦ ἐπονειδίστους λόγους. ^pr-27-11

**12** πανοῦργος κακῶν ἐπερχομένων ἀπεκρύβη,  
ἄφρονες δὲ ἐπελθόντες ζημίαν τίσουσιν. ^pr-27-12

**13** ἀφελοῦ τὸ ἱμάτιον αὐτοῦ, παρῆλθεν γάρ·  
ὑβριστὴς ὅστις τὰ ἀλλότρια λυμαίνεται. ^pr-27-13

**14** ὃς ἂν εὐλογῇ φίλον τὸ πρωὶ μεγάλῃ τῇ φωνῇ,  
καταρωμένου οὐδὲν διαφέρειν δόξει. ^pr-27-14

**15** σταγόνες ἐκβάλλουσιν ἄνθρωπον ἐν ἡμέρᾳ χειμερινῇ ἐκ τοῦ  
οἴκου·  
ὡσαύτως καὶ γυνὴ λοίδορος ἐκ τοῦ ἰδίου οἴκου. ^pr-27-15

**16** βορέας σκληρὸς ἄνεμος,  
ὀνόματι δὲ ἐπιδέξιος καλεῖται. ^pr-27-16

**17** σίδηρος σίδηρον ὀξύνει,  
ἀνὴρ δὲ παροξύνει πρόσωπον ἑταίρου. ^pr-27-17

**18** ὃς φυτεύει συκῆν φάγεται τοὺς καρποὺς αὐτῆς,  
ὃς δὲ φυλάσσει τὸν ἑαυτοῦ κύριον τιμηθήσεται. ^pr-27-18

**19** ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις,  
οὕτως οὐδὲ αἱ διάνοιαι τῶν ἀνθρώπων. ^pr-27-19

**20** ᾅδης καὶ ἀπώλεια οὐκ ἐμπίμπλανται,  
ὡσαύτως καὶ οἱ ὀφθαλμοὶ τῶν ἀνθρώπων ἄπληστοι. ^pr-27-20

**20a** aβδέλυγμα Κυρίῳ στηρίζων ὀφθαλμόν.  
καὶ οἱ ἀπαίδευτοι ἀκρατεῖς γλώσσῃ. ^pr-27-20a

**21** δοκίμιον ἀργύρῳ καὶ χρυσῷ πύρωσις,  
ἀνὴρ δὲ δοκιμάζεται διὰ στόματος ἐγκωμιαζόντων αὐτόν. ^pr-27-21

**21a** aκαρδία ἀνόμου ἐκζητεῖ κακά,  
καρδία δὲ εὐθὴς ζητεῖ γνῶσιν. ^pr-27-21a

**22** ἐὰν μαστιγοῖς ἄφρονα ἐν μέσῳ συνεδρίου ἀτιμάζων,  
οὐ μὴ περιέλῃς τὴν ἀφροσύνην αὐτοῦ. ^pr-27-22

**23** Γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου,  
καὶ ἐπιστήσεις καρδίαν σου σαῖς ἀγέλαις· ^pr-27-23

**24** ὅτι οὐ τὸν αἰῶνα ἀνδρὶ κράτος καὶ ἰσχύς,  
οὐδὲ παραδίδωσιν ἐκ γενεᾶς εἰς γενεάν. ^pr-27-24

**25** ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν καὶ κερεῖς πόαν, ^pr-27-25

**26** καὶ σύναγε χόρτον ὀρινόν, 26ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν·  
τίμα πεδίον, ἵνα ὦσίν σοι ἄρνες. ^pr-27-26

**27** υἱέ, παρʼ ἐμοῦ ἔχεις ῥήσεις ἰσχυρὰς εἰς τὴν ζωήν σου  
καὶ εἰς τὴν ζωὴν σῶν θεραπόντων. ^pr-27-27

## Capítulo 28

**1** Φεύγει ἀσεβὴς μηδενὸς διώκοντος,  
δίκαιος δὲ ὥσπερ λέων πέποιθεν. ^pr-28-1

**2** δι᾿ ἁμαρτίας ἀσεβῶν κρίσεις ἐγείρονται,  
ἀνὴρ δὲ πανοῦργος κατασβέσει αὐτάς.¶ ^pr-28-2

**3** ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς.  
ὥσπερ ὑετὸς λάβρος καὶ ἀνωφελής, ^pr-28-3

**4** οὕτως οἱ ἐγκαταλιπόντες τὸν νόμον ἐγκωμιάζουσιν ἀσέβειαν·  
οἱ δὲ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος. ^pr-28-4

**5** ἄνδρες κακοὶ οὐ συνήσουσιν κρίμα,  
οἱ δὲ ζητοῦντες τὸν κύριον συνήσουσιν ἐν παντί. ^pr-28-5

**6** κρείσσων πτωχὸς πορευόμενος ἐν ἀληθείᾳ πλουσίου ψευδοῦς. ^pr-28-6

**7** φυλάσσει νόμον υἱὸς συνετός,  
ὃς δὲ ποιμαίνει ἀσωτίαν ἀτιμάζει πατέρα. ^pr-28-7

**8** ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ  
μῶνπλεονασ  
τῷ ἐλεῶντι πτωχοὺς συνάγει αὐτόν. ^pr-28-8

**9** ὁ ἐκκλίνων τὸ οὖς αὐτοῦ μὴ εἰσακοῦσαι νόμου,  
καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται. ^pr-28-9

**10** ὃς πλανᾷ εὐθεῖς ἐν ὁδῷ κακῇ  
εἰς διαφθορὰν αὐτὸς ἐμπεσεῖται,  
οἱ δὲ ἄνομοι διελεύσονται ἀγαθὰ  
καὶ οὐκ εἰσελεύσονται εἰς αὐτά. ^pr-28-10

**11** σοφὸς παρʼ ἑαυτῷ ἀνὴρ πλούσιος,  
πένης δὲ νοήμων καταγνώσεται αὐτοῦ. ^pr-28-11

**12** διὰ βοήθειαν δικαίων πολλὴ γίνεται δόξα,  
ἐν δὲ τόποις ἀσεβῶν ἁλίσκονται ἄνθρωποι. ^pr-28-12

**13** ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται,  
ὁ δὲ ἐξηγούμενος ἐλέγχους ἀγαπηθήσεται. ^pr-28-13

**14** μακάριος ἀνὴρ ὃς καταπτήσσει πάντα δι᾿ εὐλάβειαν,  
ὁ δὲ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς. ^pr-28-14

**15** λέων πεινῶν καὶ λύκος διψῶν  
ὃς τυραννεῖ πτωχὸς ὢν ἔθνους πενιχροῦ. ^pr-28-15

**16** βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης,  
ὁ δὲ μισῶν ἀδικίαν μακρὸν χρόνον ζήσεται. ^pr-28-16

**17** ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ὁ ἐγγυώμενος  
φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ. ^pr-28-17

**17a** aπαίδευε υἱὸν καὶ ἀγαπήσει σε,  
καὶ δώσει κόσμον τῇ σῇ ψυχῇ·  
οὐ μὴ ὑπακούσῃς ἔθνει παρανόμῳ. ^pr-28-17a

**18** ὁ πορευόμενος δικαίως βεβοήθηται,  
ὁ δὲ σκολιαῖς ὁδοῖς πορευόμενος ἐμπλακήσεται. ^pr-28-18

**19** ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν πλησθήσεται ἄρτων,  
ὁ δὲ διώκων σχολὴν πλησθήσεται πενίας. ^pr-28-19

**20** ἀνὴρ ἀξιόπιστος πολλὰ εὐλογηθήσεται,  
ὁ δὲ κακὸς οὐκ ἀτιμώρητος ἔσται. ^pr-28-20

**21** ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων οὐκ ἀγαθός,  
ὁ τοιοῦτος ψωμοῦ ἄρτου ἀποδώσεται ἄνδρα. ^pr-28-21

**22** σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος,  
καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ. ^pr-28-22

**23** ὁ ἐλέγχων ἀνθρώπου ἱδοὺς  
χάριτας ἕξει μᾶλλον τοῦ γλωσσοχαριτοῦντος. ^pr-28-23

**24** ὃς ἀποβάλλεται πατέρα ἢ μητέρα καὶ δοκεῖ μὴ ἁμαρτάνειν,  
οὗτος κοινωνός ἐστιν ἀνδρὸς ἀσεβοῦς. ^pr-28-24

**25** ἄπιστος ἀνὴρ κρίνει εἰκῆ,  
ὃς δὲ πέποιθεν ἐπὶ Κύριον ἐν ἐπιμελείᾳ ἔσται. ^pr-28-25

**26** ὃς πέποιθεν θρασείᾳ καρδίᾳ, ὁ τοιοῦτος ἄφρων·  
ὃς δὲ πορεύεται σοφίᾳ σωθήσεται. ^pr-28-26

**27** ὃς δίδωσιν πτωχοῖς οὐκ ἐνδεηθήσεται,  
ὃς δὲ ἀποστρέφει τὸν ὀφθαλμὸν αὐτοῦ ἐν πολλῇ ἀπορίᾳ  
ἔσται. ^pr-28-27

**28** ἐν τόποις ἀσεβῶν στένουσι δίκαιοι,  
ἐν δὲ τῇ ἐκείνων ἀπωλείᾳ πληθυνθήσονται δίκαιοι. ^pr-28-28

## Capítulo 29

**1** κρείσσων ἀνὴρ ἐλέγχων ἀνδρὸς σκληροτραχήλου,  
ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ οὐκ ἔστιν ἴασις. ^pr-29-1

**2** ἐγκωμιαζομένων δικαίων εὐφρανθήσονται λαοί,  
ἀρχόντων δε ἀσεβῶν στένουσιν ἄνδρες. ^pr-29-2

**3** ἀνδρὸς φιλοῦντος σοφίαν εὐφραίνεται πατὴρ αὐτοῦ,  
ὃς δὲ ποιμαίνει πόρνας ἀπολεῖ πλοῦτον. ^pr-29-3

**4** βασιλεὺς δίκαιος ἀνίστησιν χώραν,  
ἀνὴρ δὲ παράνομος κατασκάπτει. ^pr-29-4

**5** ὃς παρασκευάζεται ἐπὶ πρόσωπον τοῦ ἑαυτοῦ φίλου δίκτυον,  
περιβάλλει αὐτὸ τοῖς ἑαυτοῦ ποσίν. ^pr-29-5

**6** ἁμαρτάνοντι ἀνδρὶ μεγάλη παγίς,  
δίκαιος δὲ ἐν χαρᾷ καὶ ἐν εὐφροσύνῃ ἔσται. ^pr-29-6

**7** ἐπίσταται δίκαιος κρίνειν πενιχροῖς,  
ὁ δὲ ἀσεβὴς οὐ νοεῖ γνῶσιν,  
καὶ πτωχῷ οὐχ ὑπάρχει νοῦς ἐπιγνώμων. ^pr-29-7

**8** ἄνδρες ἄνομοι ἐξέκαυσαν πόλιν,  
σοφοὶ δὲ ἀπέστρεψαν ὀργήν. ^pr-29-8

**9** ἀνὴρ σοφὸς κρίνει ἔθνη,  
ἀνὴρ δὲ φαῦλος ὀργιζόμενος καταγελᾶται καὶ οὐ  
καταπτήσσει. ^pr-29-9

**10** ἄνδρες αἱμάτων μέτοχοι μισοῦσιν ὅσιον,  
οἱ δὲ εὐθεῖς ἐκζητήσουσιν ψυχὴν αὐτοῦ. ^pr-29-10

**11** ὅλον τὸν θυμὸν αὐτοῦ ἐκφέρει ἄφρων,  
σοφὸς δὲ ταμιεύεται κατὰ μέρος. ^pr-29-11

**12** βασιλέως ἐπακούοντος λόγον ἄδικον,  
πάντες οἱ ὑπʼ αὐτὸν παράνομοι. ^pr-29-12

**13** δανιστοῦ καὶ χρεοφιλέτου ἀλλήλοις συνελθόντων,  
ἐπισκοπὴν ἀμφοτέρων ποιεῖται ὁ κύριος. ^pr-29-13

**14** βασιλέως ἐν ἀληθείᾳ κρίνοντος πτωχούς,  
ὁ θρόνος αὐτοῦ εἰς μαρτύριον κατασταθήσεται. ^pr-29-14

**15** πληγαὶ καὶ ἔλεγχοι διδόασιν σοφίαν,  
παῖς δὲ πλανώμενος αἰσχύνει γονεῖς αὐτοῦ. ^pr-29-15

**16** πολλῶν ὄντων ἀσεβῶν πολλαὶ γίνονται ἁμαρτίαι,  
οἱ δὲ δίκαιοι ἐκείνων πιπτόντων κατάφοβοι γίνονται. ^pr-29-16

**17** παίδευε υἱόν σου καὶ ἀναπαύσει σε,  
καὶ δώσει κόσμον τῇ ψυχῇ σου. ^pr-29-17

**18** οὐ μὴ ὑπάρξῃ ἐξηγητὴς ἔθνει παρανόμῳ,  
ὁ δὲ φυλάσσων τὸν νόμον μακαριστός. ^pr-29-18

**19** λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός·  
ἐὰν γὰρ καὶ νοήσῃ, ἀλλʼ οὐχ ὑπακούσεται. ^pr-29-19

**20** ἐὰν ἴβῃς ἄνδρα ταχὺν ἐν λόγοις,  
γίνωσκε ὅτι ἐλπίδα ἔχει μᾶλλον ἄφρων αὐτοῦ. ^pr-29-20

**21** ὃς κατασπαταλᾷ ἐκ παιδὸς οἰκέτης ἔσται,  
ἔσχατον δὲ ὀδυνηθήσεται ἐφʼ ἑαυτῷ. ^pr-29-21

**22** ἀνὴρ θυμώδης ἐγείρει νεῖκος,  
ἀνὴρ δὲ ὀργίλος ἐξώρυξεν ἁμαρτίας. ^pr-29-22

**23** ὕβρις ἄνδρα ταπεινοῖ,  
τοὺς δὲ ταπεινόφρονας ἐρείδει δόξῃ Κύριος. ^pr-29-23

**24** ὃς μερίζεται κλέπτῃ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν·  
ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσιν, ^pr-29-24

**25** φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους ὑπεσκελίσθησαν·  
ὁ δὲ πεποιθὼς ἐπὶ Κυρίῳ εὐφρανθήσεται.  
ἀσέβεια ἀνδρὶ δίδωσιν σφάλμα,  
ὃς δὲ πέποιθεν ἐπὶ τῷ δεσπότῃ σωθήσεται. ^pr-29-25

**26** πολλοὶ θεραπεύουσιν πρόσωπα ἡγουμένων,  
παρὰ δὲ Κυρίου γίνεται τὸ δίκαιον ἀνδρί. ^pr-29-26

**27** βδέλυγμα δίκαιος ἀνὴρ ἀδίκῳ,  
βδέλυγμα δὲ ἀνόμῳ κατευθύνουσα ὁδός. ^pr-29-27

**28** Γυναῖκα ἀνδρείαν τίς εὑρήσει;  
τιμιωτέρα δέ ἐστιν λίθων πολυτελῶν ἡ τοιαύτη. ^pr-29-28

**29** θαρσεῖ ἐπʼ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς,  
ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ^pr-29-29

**30** ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. ^pr-29-30

**31** μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εδχρηστον ταῖς χερσὶν  
αὐτῆς. ^pr-29-31

**32** ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν·  
συνάγει δὲ αὕτη τὸν βίον, ^pr-29-32

**33** καὶ ἀνίσταται ἐκ νυκτῶν.  
καὶ ἔδωκεν βρώματα τῷ οἴκῳ  
καὶ ἔργα ταῖς θεραπαίναις. ^pr-29-33

**34** θεωρήσασα γεώργιον ἐπρίατο,  
ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσεν κτῆμα. ^pr-29-34

**35** ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς  
ἤρεισεν τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. ^pr-29-35

**36** καὶ ἐγεύσατο ὅτι καλόν ἐστιν τὸ ἐργάζεσθαι,  
καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. ^pr-29-36

**37** τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα,  
τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. ^pr-29-37

**38** χεῖρας δὲ αὐτῆς διήνοιξεν πένητι,  
καρπὸν δὲ ἐξέτεινεν πτωχῷ. ^pr-29-38

**39** οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς ὅταν που χρονίζῃ,  
πάντες γὰρ οἱ παρʼ αὐτῆς ἐνδιδύσκονται. ^pr-29-39

**40** δισσὰς χλαίνας ἐποίησεν τῷ ἀνδρὶ αὐτῆς,  
ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. ^pr-29-40

**41** περίβλεπτος δὲ γίνεται ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς,  
ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων  
τῆς γῆς. ^pr-29-41

**42** σινδόνας ἐποίησεν καὶ ἀπέδοτο,  
περιζώματα τοῖς Χαναναίοις. ^pr-29-42

**43** στόμα αὐτῆς διήνοιξεν προσεχόντως καὶ ἐννόμως,  
καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. ^pr-29-43

**44** ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο,  
καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. ^pr-29-44

**45** στεγναὶ διατριβαὶ οἴκων αὐτῆς,  
σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν.  
τὸ στόμα δὲ ἀνοίγει σοφοῖς νομοθέσμως, ^pr-29-45

**46** ἡ δὲ ἐλεημοσύνη αὐτῆς ⁴⁶ἀνέστησεν τὰ τέκνα αὐτῆς καὶ  
ἐπλούτησαν,  
καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν ^pr-29-46

**47** Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον,  
πολλαὶ ἐποίησαν δυνατά·  
σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. ^pr-29-47

**48** §⁴⁸ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός·  
γυνὴ γὰρ συνετὴ εὐλογεῖται,  
φόβον δὲ Κυρίου αὕτη αἰνείτω. ^pr-29-48

**49** δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς,  
καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς. ^pr-29-49

## Notas do Processador

[^pa1]: Texto extraído do TEI-XML do First1KGreek (edição tlg0527, digitalização de 2015 do Old Greek and Latin Project / Universidade de Leipzig, a partir do scan do Internet Archive da edição impressa de Henry Barclay Swete, Cambridge, 1901-1909). O aparato crítico de Swete (notas de variante de manuscrito e siglas marginais 'A', 'D', 'E' etc.) foi omitido nesta leva de conversão — decisão editorial para priorizar ter o texto corrido disponível primeiro; pode ser adicionado depois, livro a livro. Colchetes soltos no meio do texto corrido (ocorreram 0 vez(es) neste arquivo) NÃO são aparato crítico do Swete — são marca de baixa confiança da própria digitalização de 2015 (evidência: a passada de correção do Isaías reduziu esses colchetes em 92% em relação à primeira digitalização). Tratar o texto dentro de colchetes como não-conferido até cotejo com o scan original em archive.org/details/oldtestamentingr01swetuoft. Tratar como texto de trabalho (rascunho) até essa conferência.

---

*Ὁ Διαφορεύς παρῆν*
